PG 83, col. 1433

τυχόντες, ἀνυμνοῦντες αὐτὸν ἐρεῖτε · ι Εὐλογητὸς 6
Θεὸς ὃς οὐκ ἀπέστησε τὴν προσευχὴν ήμῶν, καὶ τὸ ἔλεος αὐτοῦ ἀφ’ ἡμῶν. Αὐτῷή δόξα είς τούς αίῶνας.
Ἀμήν. ι
Ὅτι καί μετὰ τὴν ἐνανθρὼπησιν εἷς Γὶυς o Κύ-
ριος ἡμῶν Ἰησοῦς Χριστός.
Ol τάς καθ’ ἡμῶν συκοφαντίας συντεθεικότες είς
δύο μερίζεινήμᾶς φασιν (71) υίούς τὸν ἕνα Κύριον
ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν
τοῦ ταῦτα φρονεῖν, ὅτι καὶ τοὺς ταῦτα λέγειν τολ-
μῶντας (72) δυσσεϐείας γραφόμεθα. Ἕνα γὰρ Υίὸν
παρὰ τῆς Θείας Γραφῆς προσκυνεῖν ἐδιδάχθημεν,
τὸν Κύριον ήμῶν Ἰησοῦν Χριστὸν, τὸν μονογενῆ
Υίὸν τοῦ Θεοῦ, τὸν ὲνανθρωπήσαντα Θεὸν Λόγον’
τὸν γὰρ αὐτὸν ὁμολογοῦμεν, καὶ Θεὸν προαιώνιον,
καὶ ἄνθρωπον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐπ’
ἐσχάτων (75) τῶν ἡμερῶν γενόμενον ⁶ γενόμενον δὲ
ἄνθρωπον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλά τῇ προσ-
λήψει τῆς ἀνθρωπότητος. Ἀτρεπτον γὰρ ἔχει τὴν
τῆς θεότητος φύσιν καὶ ἀναλλοίωτον, καθάπερ 6 πρὸ
τῶν αίώνων γεννήσας αὐτὸν Πατὴρ, καὶ ὅπερ ἄν τις
ὲπὶ τῆς τοῦ Πατρὸς οὐσίας νοήσειε, καὶ. ἐπὶ τῆς τοῦ
Μονογενοῦς τοῦτο πάντως εὑρήσει. Ἐξ ἐκείνης γάρ
τῆς οὐσίας γεγέννηται. Kal τοῦτο διδάσκων 6 Κύριος
ἔφη τῷ Φιλίππῳ · ι ’0 ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν
Πατέρα. ι Kal πάλιν ἑτέρωθι ⁶ ι Πάντα ὅσα ἔχει 6
Πατὴρ. ἐμά ἐστι. ι Kal ἀλλαχοῦο ι Ἐγὼ καὶ 6
Πατὴρ ἓν ἐσμεν, ι Kal ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν
τὸ ταυτὸν τῆς οὐσίας σημαίνοντα
Θεὸς μὲν οὖν οὐκ ἐγένετο, ἀλλ’ ἦν’ ι Ἐν ἀρχῇ
γὰρ(74) ἦν 6 Λόγος, καὶ 6 Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ
Θεὸς ἦν 6 Λόγος. ι Ἀνθρωπος δὲ οὐκ ἦν, ἀλλ’ ἐγέ-
νετο, ἐγένετο δὲ προσλαϐὼν τὸ ἡμέτερον · τοῦτο γὰρ
ὁ μακάριος ἔφη Παῦλος· ι Ὃς ὲν μορφῆ Θεοῦ ὑπάρ-
χων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ίσα Θεῷ, ἀλλ’
ἑαυτὸν ὲκένωσε, μορφὴν δούλου λαϐὼν. ι Kal πάλιν ο
ι Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμϐάνεται, ἀλλὰ σπέρ-
ματος ’Δϐραάμ ἐπιλαμϐάνεται. ι Kal αὖθις ο ι Ἐπεὶ
οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος,
’παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. ι Οὕτω
καὶ παθητὸς ἦν καὶ ἀπαθὴς, καὶ θνητὸς καὶ ἀθάνα-
τοςο παθητὸς μὲν καὶ θνητὸς ὡς ἄνθρωπος. ἀπαθὴς
δὲ καὶ ἀθάνατος ὼς Θεός. Ὠς γὰρ Θεὸς τὴν σάρκα
τὴν οίκείαν τεθνηκυῖαν ἀνέστησεν· αὐτοῦ γάρ ἐστι
φωνή · ι Λύσατε τὸν ναὸν τοῦτον, καὶ ὲν τρισὶν ἡ μέ-
ραις ὲγε ρῶ αὐτόν · ι καὶ ὡς ἄνθρωπος δὲ μέχρι τοῦ
πάθους ἦν παθητὸς καὶ θνητός ο μετά γὰρ τὴν ἀνά-
στασιν, καὶ ὡς ἄνθρωπος ἔχει τὴν ,ἀπάθειαν καὶ τὴν
ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν’ καὶ τὰς θεοπρεπεῖς
ἀφίησιν ἀστραπάς · οὐκ εἰς θεότητος φύσιν κατά τὴν
σάοκα μεταϐληθεὶς, ἀλλά τῆς ἀνθρωπότητος φυλάτ-
⁶³ Psal. Lxxxtx,_l5. _ ff Psal. LXV, 20. ⁸⁵ Joan. xlv, 9. “ Joan. xvx, 15.
⁸³ Philipp. ιι, 5, 6. ⁸⁸ Hebr. ιι, 16. ⁸⁸ Hebr. ιι, t
(7m εὐφρανθήσομεν ὧν ήμ.ὲτ. ἡμ. Mans.
(71 ) ἔφασαν Mans.
(Ἡ.) τολμ- λεγ. Mans.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.