PG 83, col. 168

ΟΡΘ. Ἀποκρινοῦ μαι.
EPAN. Τί καλεῖς τὸ προσφερόμενον δῶρον πρὸ
τῆς ἱερατικῆς ὲπικλήσεως;
ΟΡΘ. υύ χρὴ σαφῶς εἰπεῖν· εἰκὸς γάρ τινας ἀμυή-
τους παρεῖναι.
ΕΡΑΝ. Λίνιγματωδῶς ἡ ἀπόκρισις ἔστω.
ΟΡΘ. Τὴν ὲκ τοιῶνδε σπερμάτων τροφήν.
ΕΡΑΝ. Τὸ δὲ ἕτερον σύμϐολον πῶς ὀνομάζομεν ;
ΟΡΘ. Κοινὸν καὶτοῦτο ὄνομα, πόματος εἶδος ση-
μαινον.
ΕΡΑΝ. Μετά δέ γε τὸν ἁγιασμδν, πῶς ταῦτα προσ-
αγορεύεις ;
ΟΡΘ. Σῶμα Χριστοῦ, καὶ αἷμα Χριστοῦ.
ΕΡΑΝ. Καὶ πιστεύεις γε σώματος Χριστοῦ μεταο
λαμϐάνειν καὶ αἵματος ;
ΟΡΘ. Ούτω πιστεύω.
ΕΡΑΝ. ’Ὠσπερ τοίνυν τὰ σύμϐολα τοῦ Δεσποτικοῦ
σώματός τε καὶ αἵματος, ἄλλα μέν εἰσι πρὸ τῆς ἱερα-
τικῆς ἐπικλήσεως, μετὰ δέ γε τὴν ἐπίκλησιν μετα-
ϐάλλεται, καὶ ἕτερα γίνεται* οὕτω τὸ Δεσποτικὸν
σῶμα μετὰ τὴν ἀνάληψιν είς τὴν οὐσίαν μετεϐλήθη
τὴν Οείαν.
ΟΡΘ. Ἐάλως αἷς ὒφῃνες (57) ἄρκυσιν. esse γὰρ
μετὰ τὸ) ἁγιασμὸν τὰ μυστικά σύμϐολα τῆς οἰκείας
ἐξίσταται φύσεως μένει γὰρ ἐπὶ τῆς προτέρας ού-
σίας, καὶ τοῦ σχήματος, καὶτοῦ εἴδους, καὶ ὁρατά
ἐστι, καὶ ἁπτὰ, οἷα καὶ πρότερον ἦν· νοεῖται δὲ
άπερ ἐγένετο, καὶ πιστεύεται, καὶ προσκυνεῖται, ὡς
ἐκεῖνα ὂντα άπερ πιστεύεται. Παράϐες τοίνυν τῷ
ἀρχετύπῳ τὴν εἰκόνα, καὶ ὄψει τὴν ὁμοιότητα. Χρὴ
γάρ ἐοικέναι τῇ ἀληθείᾳ τὸν τύπον. Kal γάρ ἐκεῖνο
τὸ σῶμα τὸ μὲν πρότερον εἶδος ἔχει, καὶ σχῆμα, καὶ⁵
περιγραφὴν, καὶ ἁπαξαπλῶς εἰπεῖν, τὴν τοῦ σώμα-
τος οὐσίαν· ἀθάνατον δὲ μετὰ τὴν ἀνάστασιν γέγονε,
καὶ κρεῖττον φθορᾶς, καὶ τῆς ὲκ δεξιῶν ἠξιώθη
καθέδρας, καὶ παρὰ πάσης προσκυνεῖται τῆς κτί-
σεως, ἅτε δὴ σῶμα χρηματίζον τοῦ Δεσπότου τῆς
ι) φύσεως.
EPAN. Καὶ μὴν τὸ μυστικὸν σύμϐολον τὴν προσ
τέραν ἀμείϐει προσηγορίαν· οὐκέτι γάρ ὀνομάζεται
ὅπερ πρότερον ἐκαλεῖτο. ἀλλὰ σῶμα προσαγορεύεται.
Χρὴ τοίνυν καὶ τὴν ἀλήθειαν Θεὸν, ἀλλὰ μὴ σῶμα
καλεῖσθαι.
υΡΘ. Ἀγνοεῖν μοι δοκεῖς. Ού γὰρ σῶμα μόνον,
ἀλλὰ καὶ ἄρτος ζωῆς ὀνομάζεται. Οὕτως αὐτὸς ὁ
Κύριος προσηγόρευσε , καὶ αὐτὸ δὲ τὸ σῶμα, θεῖον
ὀνομάζομεν σῶμα, καὶ ζωοποιδν, καὶ Δεσποτικὸν, καὶ
Κυριακδν, διδάσκοντες ὡς ού κοινόν τινός ἐστιν ἁν-
θρώπου, ἀλλὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , ὃς

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.