PG 83, col. 345

Οὐ γὰρ ἐβούλοντο, φησὶν, αὐτῆς καλεῖσθαι ποιήματα.
ῶὗ δὴ χάριν καὶ εἰς πολλὰ αὐτὴν εἰσήγαγον σώματα
γυναικεῖα, καὶ εἰς ἐκείνην δὲ τὴν Ἐλένην, διʼ ἤν ὁ
Τρωῖκὸς ἐγένετο πόλεμος. Ταύτης ἔνεκα καὶ αὐτὸν
ἔλεγε κατεληλυθέναι, ὥστε καὶ αὐτὴν τῶν ἐπικειμέ-
νων ἐλευθερῶσαι δεσμῶν, καὶ τοῖς ἀνθρώποις διὰ
τῆς εἰς αὐτὸν ἐπιγνώσεως παρασχεῖν σωτηρίαν· κατ-
εληλυθέναι δὲ ἀλλοιιούμενον, ὥστε μὴ γνωσθῆναι τοῖς
ττὴν κτίσιν οἰκονομοῦσιν ἀγγέλοις· καὶ φανῆναι ἐν
Ἰουδαίᾳ ὡς ἄνθρωπον μὴ ὄντα ἄνθρωπον, καὶ πα-
θεῖν ἤκιστα πεπονθότα· τοὺς δὲ προφήτας τῶν ἀγ-
γέλων ὑπουργοὺς γεγενῆσθαι. Τοὺς δὲ (28) εἰς αὐτὸν
πιστεύοντας ἐκέλευσε μὴ προσέχειν ἐκείνους, μηδὲ
φρίττειν τῶν νόμων τὰς ἀπειλὰς, ἀλλὰ πράττειν ὡς
ἔλευθέρους ἅπερ ἂν ἐθελήσωσιν· οὐ γὰρ διὰ πράξεων
ἀγαθῶν, ἀλλὰ διὰ ψάριτος τεύξεσθαι τῆς σωτηρίας.
Οὗ δὴ χάριν οἱ τῆς τούτου συμμορίας πᾶσαν ἐτόλμων
ἀσέλγειαν, καὶ μαγγανείαις ἐχρῶντο παντοδαπαῖς,
ἔρωτικά τινα καὶ ἀγώγιμαά μηχανώμενοι, καὶ τὰ ἄλλυα
δσα τῆς γοητείας ἴδια ὡς θεῖα μετιόντες μυστήρια.
Καὶ τούτου μὲν ἐν τύπῳ Διὸς εἰκόνα κατασκευάσαν-
τες, τῆς δέ γε Ἐλένης ἐν τῷ εἴδει τῆς Ἀθηνᾶς,
ταύταις ἐθυμίων καὶ ἔσπενδον, καὶ ὡς θεοὺς προσ-
εκύνουν, διμωνιανοὺξ ἑαυτοὺςὀνομάζοντες. Ἐκτῆσδε
τῆς πικροτάτης ἀνεφύησαν ῥίζης, Κλεοβανοὶ, Δοσι-
θεανοὶ (29), Εορθηνοὶ, Μασβόθεοι, Ἀδριανισταὶ,
Εὐτυχηταὶ, Καῖνισταί (30). Ἀλλʼ οὗτοι πάντες, σμι-
κράς τινας ἐναλλαγὰς τῆς δυσσεβοῦς ἐπινενοηκότες
αἰρέσεως, ούκ ἐπὶ πλεῖστον διήρκεσαν, ἀλλὰ λήθῃ
παντελεῖ παρεδόθησαν.
c
Ir. - Περὶ Mενάνδρου.
Μένανδρος δέ τις, καὶ αὐτὸς Σαμαρείτης, ἀπὸ
Ταβραὶ κώμης οὕτω καλουμένης ὀρμώμενος, τὴν μὲν
ἔκείνου διεδέξατο γοητείαν, ἑαυτὸν (51) δὲ οὐ τὴν
πρώτην ὡνόμασε δύναμιν· ἄγνωστον γὰρ ἔφησε
ταύτην· ἀλλʼ ὑπʼ ἐκείνης ἀπεστάλθαι βρενθυόμενος
Σωτῆρα ἑαυτὸν προσηγόρευσε, τοὺς δὲ ἀγγέλοὺς, τῷ
Σίμωνι παραπλησίως, ὑπὸ τῆς ἐννοίας ἔφησε προ-
βληθῆναι, καὶ τούτους τὸν κόσμον δημιουργῆσαι
σώζεσθαι (32) δὲ τοὺς εἰς αὐτὸν βαπτιζομένους, καὶ
κρείττους ἀποτελεῖσθαι κὰν τῷδε τῷ βίῳ, καὶ λαμ-
βάνειν δύναμιν εἰς τὸ ῥᾶστα τῶν κοσμοποιῶν δυνά-
μεων περιγίνεσθαι. Κατὰ τούτων συνέγραψεν Ἰουστῖ-
νος ὁ ἐν φιλοσόφου σχήματι τῆς άληθείας γεγενημένος
πυνήγορος, καὶ τὸν τοῦ μαρτυρίομ ἀναδησάμενος
στέφανον, καὶ Εἰρηναῖος, οὗ καὶ πρόσθεν ἐμνήσθη-
μεν· ἀποστολικὸς δὲ καὶ οὗτος ἀνήρ· καὶ Ὡριγένης,
ὁπολυμάθειαν ἀσκήσας.Τοῦτον ἐσχηκότες διδάσκαλον
Σατορνῖλος, καὶ Βασιλίδης, ὁ μὲν αὐχῶν πατρίδα τὴν
Ἀντιόχειαν τὴν Ὁρόντῃ τῷ ποταμῷ γειτονεύουσαν,
(2) τοὺς δὲ, κ. τ. λ. Qua ratiomne læc concilian-
da sint cum θρησκείᾳ τῶν ἀγγέλων Simonianis a
Ἐertulliano aliisque ascripta, disputat Petavius in
not. ad Epiph.hær. 2I.
(29) Δοσιθ. Edit. Rom. Δοσιθιανοί.
30) Καῖν. Ita cum Cotelerio (Monum. Εοct. Cr.
tν I, p. 770) Iegimus, prο Κανισταί, ut habebat
edit. prior. Iidem infra, c. 15, Καῖνοὶ vocantur.
Alias Καῖανοὶ, Καῖηνοὶ, et Καῖνισταί.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.