PG 83, col. 344
ιαθῶν (25) ὀρμώμενος (κώμη δὲ αὕτη Σαμαρείας),
καὶ γοητείας εἰς ἄκρον ἐλάσας, πρῶτον μὲν πολλοὺς
ἔπεισε διʼ ἦς ἔδρα τερατουργίας, προσεδρεύειν αὐτῷ,
καὶ θείαν τινὰ δύναμιν ὀνομάζειν. Ἐπειτα δὲ, τοὺς
ἀποστόλους ἰδὼν ἀληθεῖς ὄντως καὶ θείας θαυμα-
τουργίας ἐπιτελοῦντας, καὶ τοῖς προσιοῦσι δωρουμέ-
νους τὴν χάριν τοῦ Πνεύματος, ἀξιῶν τὴν ἴσην παρʼ
αὐτῶν ἐξουσίαν λαβεῖν, ἐπειδὴ ὁ μέγας Πέτρος ἐφώ-
ρασεν αὐτοῦ τὴν παμπόνηρον γνώμην, καὶ τοῖς τῆς
μετανοίας θεραπεῦσαι φαρμάκοις τὰ δυσίατα τῆς
διανοίας προσέταξε τραύματα, εὐθὺς ἐκεῖνος πρὸς
τὴν προτέραν ἐπανῆλθε κακοτεχνίαν, καὶ τὴν Σα-
μάρειαν καταλιπὼν, ὡς δεξαμένην τὰ σωτήρια
σπέρματα, πρὸς τοὺς μηδέπω γεωργηθέντας ὑπὸ
τῶν ἀποστόλων ἐξέδραμεν, ἵνα ταῖς μαγγανείαις
ἐξαπατήσας τοὺς εὐχειρώτους, καὶ ταῖς οἰκείαις
μυθολογίαις προσδήσας, δυσπαράδεκτα τῶν ἱερῶν
ἀποστόλων ἀποφήνῃ τὰ δόγματα. Ἀλλʼ ἡ θεία χάρις
τὸν μέγαν Πέτρον κατὰ τῆς τούτου μανίας καθώπλι-
σεν. Οὗτος γὰρ ἐπόμενος, τὴν μυσαρὰν αὐτοῦ διδα-
σκαλίαν, οἶον ὀμίχλην τινὰ καὶ ζόφον ἀπεσκεδάννυτο,
τῆς δὲ ἀληθείας τοῦ φωτὸς τὰς ἀκτῖνας ἐδείκνυ.
Ἀλλʼ ὅμως καὶ προφανῶς διελεγχόμενος ὁ τρισ-
ἀθλιος, οὐκ ἐπαύσατο κατὰ τῆς ἀληθείας παραταττό-
μενος, ἔως εἰς τὴν Ῥώμην ἀφίκετο, Κλαυδίου Καί-
σαρος βασιλεύοντος. Τοσοῦτον δὲ ωμαίους ταῖς
γοητείαις κατέπληξεν, ὡς (24) καὶ στήλῃ τιμηθῆναι
χαλκῇ. Ἀλλὰ πάλιν ὁ θεῖος ἀφικόμενος Πέτρος.
ἐγύμνωσεν αὐτὸν τῶν τῆς ἀπάτης πτερῶν, καὶ τέλος
εἰς ἀγῶνα θαυματουργίας προσκαλεσάμενος, καὶ
θείας χάριτος καὶ γοητείας τὸ διάφορον δείξας,
πάντων ὀρώντων ωμαίων, ἀφʼ ὕψους αὐτὸν πολλοῦ
κατέῤῥαξε προσευξάμενος, καὶ τοὺς αὐτόπτας τοῦ
θαύματος εἰς σωτηρίαν ἐζώγρησεν. Οὗτος (25) τοιοῦ-
τον μῦθον ἐγέννησεν· Ἀπειρόν τινα ὑπέθετο δύνα-
μιν· ταύτην δὲ ῥίζωμα τῶν ὅλων ἐκάλεσεν. Εἶναι δὲ
αὐτὴν πῦρ ἔφησε, διπλῆν ἐνέργειαν ἔχον, τὴν μὲν
φαιινομένην, τὴν δὲ κεκρυμμένην· τὸν δὲ κόσμον
γεννητὸν (2β) εἶναι, γεγενῆσθαιδὲ ἐκ τῆς φαινομμένης
τοῦ πυρὸς ἐνεργείας· πρῶτον δὲ ἐξ αὐτῆς προβλη-
θῆναι τρεῖς συίὼγίας, ἃς καὶ ῥίθας ἐκάλεσε· καὶ
τὴν μὲν πρώτην προσηγόρευσε νοῦν καὶ ἐπίνοιαν,
τὴν δὲ δευτέραν, φωνὴν καὶ ἔννοιαν, τὴν δὲ τρίτην
λοπισμόν καὶ ἐνθύμησιιν. Ἐαυτὸν δὲ τὴν ἄπειρον
ὡνόμασε δύναμιν, καὶ Ἰουδαίοις μὲν ὡς Υἱὸν φανῆ-
ναι, πρὸς δὲ Σαμαρείτας ὡς Πατέρα κατεληλυθέναι,
ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ὡς Πνεῦμα ἅγιον ἐπιφον-
τῆσαι. Καὶ ἐτέραν δέ τινα ἐπὶ τέγους ἑστῶσαν, προσ-
αγορευομένην Ἐλένην (27), σύνυυκον ποιησάμενος,
τὴν πρώτην αὐτοῦ ἔννοιαν ἔφασκεν εἶναι, καὶ μητέρα
τῶν ὅλων ὡνόμαζε, καὶ διʼ αὐτῆς καὶτοὺς ἀγγέλους,
καὶ τοὺς ἀρχαγγέλους πεποιηκέναι · ὑπὸ δὲ τῶν
ἀγγέλων δημιουργηθῆναι τὸν κόσμον· εἶτα τοὺς ἀγ-
γέλους φθονήσαντας αὐτῇ παρʼ ἐαυτοῖς κατασχεῖν.
Σίμωνος αἴρεσις.
(26) γενν. Ibid. ἀγέννητον.
(s7) Ἐὰ. Epiph. vocat illam ῥεμβάδα ἀπὸ τῆς
Τυρίων ὀρμωμένην, vagam mulicrem Τyriam.