PG 83, col. 352

νῆσθαι· τὸν δὲ Κύριον Τησοῦν ἐκ τοῦ Ἰωσὴφ καὶ
τῆς Μαρίας γεννηθῆναι τοῖς ἄλλοις ἀνθρώποις πα-
ραπλησίως, ἀρετῇ δὲ αὐτὸν διαπρέψαι, καὶ καθαρὰν
ἐσχηκότα ψυχὴν, καὶ μεμνημένην τῆς μετὰτοῦ ἀγεν-
νήτου διαγωγῆς. Φησὶ δὲ καὶ τοὺς ἐκείνῳ παραπλη-
σίως (49), τῶν κοσμοποιιῶν ἀγγέλων καταφρονήσαν-
τας, ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ
ὅμοια. Κἰ δὲ καὶ καθαρωτέραν τις σχοίη ψυυχὴν.
ὑπερβήσεται, φησὶ, καὶ τοῦ Υἱοῦ τὴν ἀξίαν. Εἰς
τοσαύτην (50) τύφου μανίαν ἐξώκειλαν ἄνδρες.
γοητείᾳ μὲν χρώμενοι, καὶ τὰς τῶν δαιμόνων ἐπι-
κλήσεις ποιούμενοι, τὴν δὲ ἀσέλγειαν συγκαλύπττειν
οὐκ ἀνεχόμενοι, ἀλλὰ νόμον τὴν ἀκολασίαν ποιούμε-
νοι. Δόξῃ γὰρ, φησὶν, οὐκ ἀληθείᾳ, τὰ μὲν τῶν
πραγμάτων κακὰ εἶναι δοκεῖ, τὰ δὲ ἀγαθά. Ἀλλ
γὰρ ἐνταῦθα γενόμενος, οὐκ οἶδʼ δπως ὑπερπηδήσιæ
τὴν τῆς ἀσελγείας νομοθεσίαν. Τὰς γὰρ Πυθαγορικὰσ
μετενσωματώσεις εἰσδεξάμενοι, τὸν συνεζευγμένον
οὐ προσεδέξαντο λόγον. Ὁ μὲν γὰρ Πυθαγόρας τὰο
ἡμαρτηκυίας ψυχὰς ἔφησεν εἰς σώματα πέμπεσθαι,
ὥστε καὶ δίκας δοῦναι, καὶ καθαρθῆναι σπουδῇ. Οὗ-
τοι δὲ τῆς μετενσωματώσεως αἰτίαν εἶναί φασι
τῆς Πυθαγορικῆς ἐναντίαν ἐκ διαμέτρου. Λέγουσι
γὰρ εἰς τὰ σώματα πέμπεσθαι τὰς ψυχὰς, ὥστε πᾶν
εἶδος ἀσελγειῶν ἐπιτελέσαι· τὰς οὖν ἐν τῇ μιᾷ καθ-
ὀδῳ πεπληρωκυίας, ἐτέρας μὴ χρήζειν ἀποστολῆς·
τὰς δὲ ὀλίγα ἡμαρτηκυίας, καὶ δὶς ἐκπέμπεσθαι,
καὶτρὶς, καὶ πολλάκις, ἕως ἂν ἐκπληρώσωσιν ἅπαντα
τῆς κακίας τὰ εἴδη. να δὲ μή τις ὑποπτεύσῃ με
ταῦτα πλάττεσθαι κατʼ αὐτῶν, Εἰρηναίου, τοῦ τὴν
Ἐσπέραν φωτίσαντος ἀνδρὸς ἀποστολικοῦ, παραθή-
σομαι μαρτυρίαν. Λέγει δὲ οὗτος ἐν τῷ πρώτῳ βι-
βλίῳ τῶν εἰς τὰς αἰρέσεις συγγραφέντων αὐτῷ·
« Καὶεἰ μὲν πράσσεται παρʼ αὐτοῖς τὰ ἄθεα, καὶ ἔκθε-
σμα, καὶ ἀπειρημένα, ἐγὼ οὐκ ἂν πιστεύσαιμι (5I)·
ἐν δὲ τοῖς συγγράμμασιν αὐτῶν οὕτως ἀναγέγρα-
πται, καὶ αὐτοὶ οὕτως ἐξηγοῦνται, τὸν Ἰησοῦν λέ--
γοντες ἐν μυστηρίῳ τοῖς μαθηταῖς αὐτοῦ καὶ ἀπο-
στόλοις κατʼ ἰδίαν λελαληκέναι, καὶ αὐτοὺς ἀξιῶσαι
τοῖς ἀξίοις καὶ τοῖς πειθομένοις ταῦτα παραδιδόναι.
Διὰ πίστεως γὰρ καὶ ἀγάπης σώζεσθαι, τὰ δὲ λοιπὰ
ἀδιάφορα ὄντα, κατὰ τὴν δόξαν τῶν ἀνθρώπων, πῆ
μὲν ἀγαθὰ, πῆ δὲ κακὰ νομίζεσθαι, οὐδενὸς φύσει
κακοῦ ὑπάρχοντος. » Ταῦτα μὲν οὖν ὁ θαυμάσιος
Εἰρηναῖος περὶ αὐτῶν ἔφη. Τὰ δὲ ἐξῆς οὐ προστέ-
θεικα· ὑπερβολὴν γὰρ ἔχει μανίας. Καὶ
Ἐπιφά-
ἡγμένος
νης (52) δὲ τούτου παῖς, διὰ Πλατωνικῆς
παιδείας, τὴν τούτου μυθολογίαν ἐπλάτυνεν. Ἀδριανοῦ δὲ καὶ οὗτοι βασιλεύοντος τὰς πονηρὰς αἰρέσεις
C. - Περὶ Προδκου.
Prodicusautem, hunc secutus, Adamitarumquam Πρόδικος δὲ, τοῦτον διαδεξάμενος, τὴν τῶν
καλουμένων Ἀδαμιτῶν (53) συνεστήσατο αἴρεσιν.
vetere lrenæi interprete, ut jam contra hanc con-
jecturam monuerunt Grabius et Massuetus.
(52) Καὶ Ἐπιφ., κ. τ. λ. Editio Rom. præm. i-
tulum Περὶ Ἐπιφάνους.
(33) Ἀοαμ. Ab aliis t ocantur Ἀδαμιανοὶ et Ἀδα-
μαῖοι.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.