PG 85, col. 1389

τιους.
ΚΕΦΑΛ. ΚΖ’.
ι Τὸ δ’ αὐτὸ καὶ λῃσταὶ οί συσταυρωθέντες αὐτῷ,
ὠνείδιζον αὐτῷ. ι
Ἔστι λῃστὴς εὐγνώμων, 6 κᾶν ἐπ’ αὐτὸ τὸ πέρας
τῆς παρούσης γενόμενος ζωῆς , ἐλθὼν είς συναίσθη-
σιν τῶν πλημμεληθέντων αὐτῷ αἰτῶν συγγνώμην ἐκ
βάθους ψυχῆς ὧν ἥμαρτεν. Ἀγνώμων δὲ λῃστής ἐστιν
6 κατ’ αὐτὸ τὸ πέρας τῆς ζωῆς, τὸν κατά ψῆφον τε-
θέντα ὅρον τοῦ μερισμοῦ ’τῆς ψυχῆς ἀπὸ τοῦ σώματος,
ὡς μὴ καλῶς δοθέντα διὰ φιλοζωΐαν μεμφόμενος.
Καὶ αὖθις λῃστής ἐστιν εὐγνώμων, 6 διά τῆς παντε-
I λοῦς τῶν παθῶν νεκρώσεως καταξιωθεὶς συσταυρω-
θῆναι Χριστῷ, τουτέστι μετά λόγου καὶ γνώσεως
πᾶσαν διεξιὼν ἀρετήν’ ἀγνώμων δέ 6 ὑπούλως τὸν
κατ’ ἀρετὴν βίον ὑποκρινόμενος, σκολιὸς δὲ τὴν
γνώμην ὢν. ⁸ον δεῖ ἐπιστομίζεινο ἴσως γάρ παύσεται
τοῦ διαϐάλλειν διὰ τῆς οἰκείας ἀναστροφῆς τὸν λόγον
τῇ παραινέσει τοῦ ἐπιπλήττοντος. Ἔστιδέ ἐν ἡμῖν
πάλιν ὡς μὲν λῃστὴς ἀγνώμων ό τῆς σαρκὸς νόμος τῷ
λόγῳ τῆς ἀρετῆς ἀντιπίπτων· ώς λῃστὴς δέ εὐγνώ-
μων 6 τοῦ πνεύματος νόμος , τὸν Σωτῆρα λόγον διὰ
τῶν, κατά τὴν πρακτικὴν τρόπων (κᾶν ἐπίπονοί ὦσιν)
ἀποδεχόμενος, ᾧ συνεισέρχεται γεγηθὼς είς τὸν τῆς
εὐωχίας τόπον, τὸν πάσης κατάκμον γνώσεως· , τοῦ
κατά σάρκα φρονήματος παντελῶς ἀπηλλαγμένος.
Σπουδάσωμεν οὖν ἕως ἐνταῦθά ἐσμεν, τὸν συσταυ ρού-
μενον ἡμῖν ἰλεώσασθαι Λόγον, εῐπερ ἡ σήμερον τὴν
ἐνεστῶσαν τούτου τοῦ αἰῶνος ἡμέραν ἐνδείκνυται.
ι Σήμερον γὰρ, φησὶ, μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παρα-
δείσῳ. ι Ἥ δέ αὔριον, τὴν τοῦ μέλλοντος καθ’ ἢν
οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων ἐνδέχεσθαι χρή.
ς Ἠλὶ, Ἠλὶ, λαμασαϐαχθανὶ, τουτέστι, Θεός μου,
Θεός μου, ἶνα τί με ἐγκατέλιπεςς ι
Τέσσαρές εἱσι γενικοὶ ἐγκαταλείψεως τρόποι. Ἦ
μὲν οἰκονομικὴ, ώς ἐπὶ τοῦ Κυρίου , ἶνα διὰ τῆς
δοκούσης ἐγκαταλείψεως οί ἐγκαταλελειμμένα σω-
θῶσιν ’ ή δὲ πρὸς δοκιμὴν, ώς ἐπὶ τοῦ Ἰὼϐ, καὶ τοῦ
Ἰωσὴφ, ἵνα 6 μὲν ἀνδρείας, 6 δὲ σωφροσύνης στήλη
ἀναφανῇ· ἡ δὲ πρὸς παίδευσιν πατρικὴν, ώς ἐπὶ
τοῦ Ἀποστόλου, ῖνα ταπεινοφρονῶν τὴν ὑπερϐολὴν
φυλάξῃ τῆς χάριτος ο ἡ δὲ κατά ἀποστροφὴν, ὡς
ἐπὶ τῶν Ἰουδαίων, ἵνα κολαζόμενοι πρὸς μετάνοιαν
καταπεμφθῶσιν. Σωτήριοι δὲ πάντες οἱ τρόποι ὑπάρ-
χουσι, καὶ τῆς θείας ὰγαθότητος καὶ φιλανθρωπίας
ἀνάμεστοι.
1 ΚΕΦΑΛ. KH’.
ι Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετει-
λάμην 6 μῖν. ›
Πάντα ὅσα 6 Χριστὸς ἐνετείλατο δεῖ τηρεῖν, τὸν
είς Τριάδα βαπτισθέντα. Τούτου γὰρ χάριν τῇ ὀρθῇ
πίστει τὴν πασῶν ἐντολῶν 6 Κύριος συνέζευξε τή-
ρησιν ο ὼς εἰδὼς ὅτι πάνυ ἀμήχανον τὴν Plu-"QE:

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.