PG 85, col. 1852

νοι, ἐν τῷ νομίζειν όρᾷν τὸν ἀόρατον καὶ καρτερεῖν
γενναίως.
οβ’. Ἡ κατὰ χάριν Θεοῦ καιρῷ ίδίῳ μετά πολλοὺς
ἀγῶνας, καὶ λύπην, καὶ δάκρυα διδομένη οὐρανόθεν
τοῖς ταύτην ζητοῦσι ταπεινοφροσύνη, ἰσχυροτέρα
καθ’ ὑπερϐολὴν καὶ μείζων ὑπάρχειτῆς ταπεινῖιεκως
τῆς ἐπιγινομένης τοῖς ἀποπεπτωκόσι τῆς ἀρετῆ ; · ἧς
οἱ καταξιωθέντες, τέλειοι ἀληθῶς ἀνδρες, καὶ ἀνε-
πηρέα στοι.
δέ’. Ὅτε ἀφῆκεν 6 διάϐολος τδν Κύριον, τότε ἦλθον
οί ἄγγελοι καὶ διηκόνουν αὑτῷ. Ἰστέον τοίνυν, ὅτι,
ὥσπερ οὑ γέγραπται ἐν τῷ πειράζεσθαι αὑτὸν ὅτι
παρῆσαν οἱ ἄγγελοι, οὑτω καὶ ἡμῶν πειραζομένων,
καιρῷ τινι, ὑποχωροῦσιν οὑ μακρὰν οἱ ἄγγελοι τοῦ
Θεοῦ · εἶτα μετὰ τὴν ἀναχώρησιν τῶν πειραζόντων,
ἔρχονται πρὸς ἡμᾶς, διακονοῦντες θεῖα νοήματα,
στηρίγματα, φωτισμὸν, κατάνυξιν, παρηγορίαν,
ὑπομονὴν, γλυκασμὸν, καὶ ὃσα σώζει, καὶ ἐνισχύει,
καὶ ἀνακτᾶται ψυχὴν κοπιάσασαν. Εἴρηται γὰρ τῷ
Ναθαναὴλ, ὄτι ι ὐᾁει τοὺς ἀγγέλους ἀναϐαίνοντας
καὶ καταϐαίνοντας ἐπὶ τὸν Υἰὸν τοῦ ἀνθρώπου· ι τουτ-
ὲστιν. ἐπὶ τὸ γένος τῶν ἀνθρώπων ἡ τῶν ἀγγέλων
διακονία καὶ βοήθεια πλουσίως ἐκχυθήσεται.
οδ¹. Μέμνησο τοῦ ἀρχιερέως ἐκείνου, οὗ ἐκ δεξιῶν
ἐστάθη 6 διάϐολος ἀντικεῖσθαι αὑτῷ παντὶ δεξιῷ
νοήματι, καὶ λόγῳ,καὶ πράγματι, ὅπως ἀν μὴ θαμο
ϐηθῇς ἐπὶ τοῖς συμϐαίνουσιν.
oe’. Ἐπίστασθαι προσῆκει τὸν μοναχὸν, τί μὲν
ὑπάρχει ἀσθένεια, κατὰ τὸ, Ἐλέησόν με ὄτι ἀσθενής
είμι’ τί δὲ ἀποστασία ἀπὸ τοῦ Θεοῦ, ὅπερ νόσημά
ἐστι τῷ διαϐόλῳ καὶ τοῖς ἀγγέλοις αὑτοῦ.
ος·’. ’ον τρόπον τὸν σίδηρον ἀψηλάφητον ποιεί τοῦ
πυρὸς ἡ συνάφεια, οὑτως αί πυκναὶ προσευχαὶ ἐρρω-
μενέστερον παρασκευάζουσι τὸν νοῦν εἰς τὸν πόλε-
μον τοῦ ἐχθροῦ ⁸ διὸ πάσῃ δυνάμει, δκνον ἡμῖν ἐμ-
ποιεῖν σπουδάζουσιν είς τὴν τῆς προσευχῆς προσ-ι
εδρίαν, εἰδότες ταύτην, ὲαυτων μὲν ἐπίϐουλον, τοῦ δὲ
νοῦ ὑπέρμαχον.
οἵ. ’Δπεδέξατο Δαϐὶδ τὴν προθυμίαν τῶν ἀπὸ τῆς
Σικελάκ συνεξεληλυθότων αὑτῷ ἐπὶ τοὺς ἀλλοφύλους,
6—! καὶ ἀτονήσαντες ἀπέμειναν είς τὸν χειμάρρουν
Βοσόρ. ’Δναστρέψας γὰρ πρὸς αὑτοὺς νίκης
τῆς κατά τῶν Βαρϐάρων, καὶ ἀκούσας τῶν λεγόντων
μὴ δεῖν δοθῆναι μερίδα ἐκ τῶν λαφύρων, τοῖς ἀπὸ
ἐκλύσεως καθεσθετσιν είς τὸν χειμάρρουν, κάκείνων
αἰσχυνομένων, καὶ μηδὲν λαλησάντων, ὑπεραπολο-
γείται αὑτῶν 6 χρηστότατος Δαϐὶδ λέγων, δτι ἐπὶ
τῶν σκευῶν ἐκαθέσθησαν τηροῦντες · διόπερ καὶ τὴν
{silv-abfer; ἀπένειμεν μερίδα τῆς δοθείσης [ισ. τῇ
δοθείσῃ] τοῖς ἀνδρείοις καὶ εὑψύχοις πολεμισταῖςέ
Σκόπησον τοίνυν ετπε ρ καὶ ἐπὶ ἀδελφοῦ τινος, τὴν μὲν
ἀρχὴν θέρμην ἐπιδειξαμένου, ὕστερον δὲ πρὸς μικρὸν
όκλάσαντος, σκεύη τῆς σωτηρίας νοηθείεν, ⁴Ιιήπίστις
καὶ η μεταμέλεια, ἡ ταπείνωσις, καὶ 6 κλαυθμὸς , ἡ
ὑπομονὴ καὶὴ ἐλπὶς καὶ ἠ μακροθυμία, καὶ ⁷τά
ἑξῆς · ἐφ’ ὧν τις ἀδρανὴς τὸν τρόπον παρακαθεσθεὶς

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.