PG 85, col. 1853

ὅλου ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι, καὶ πράξει, κα, θεω-
ρία · κτήνη δὲ Λευῖτῶν λέγονται, οἱ μὴ ἰσχύοντες μὲν
κατ’ ἴχνος βαίνειν τῶν παθῶν, γλιχόμενοιὸἐ τῆς αρεο
τῆς καί περἰταύτην κατὰτὸ ἐγχωροῦν προθυμούμενοι,
καὶ ταύτης ἐπιθυμοῦντες διηνεκῶς, xiv ἀποτυγχά-
νωσι πο>.λάκις,διὰ τὸ υπὸ τῆς κακίας ἐκνευρισίέῆναι ·
εἰκὸς δέ καιρῷ τῷ προσήκοντι καὶ τούτους τὸ χάρι-
σμα δέξασθαι τῆς ἀπαθείας, μόνῃφιλανθρωπία Θεοῦ.
Τὴν γάρ ἐπιθυμίαν τῶν πενήτων είσήκουσε Κύριος.
σθ’. Τοὺς αἰκισμοὺς, οὓς ἐπιφέρει ἡμῖν 6 ἐχθρὸς
είτε φανερῶς, εἴτε ἀοράτως, mm“; νοοῦμεν, καὶ
βλέπομεν· τὰς δὲ βασάνους, καὶ ἀλγηδόνας, ἃς παρ’
ήμῶν ὑφίσταται, κατορθούντων ὴμῶν ἐσθ’ ὅτε τὰς
ἀρετάς,ἣ μεταμελομένων ἐπὶ πλημμελήμασιν, ἢ
μακροθυμούντων καὶ καρτερούντων ἐπὶ τοῖς συμο
πτώμασιν, ἢ εὐχομένων καὶ τὰ λοιπά ἐπιτηδευόντων,
ἐφ’ οίς αὐτὸς διαπρίεται, καὶ τιμωρεῖται, καὶ θρη-
νεῖ, καὶ κόπτεται, ταῦτα πάντα ἡμεῖς κατ’ οίκονοο
μίαν οὐ βλέπομεν, ἴνα μὴ χαυνωθῶμεν. ε Δίκαιον
γὰρ. φησὶ, παρὰ τῷ Θεῷ, ἀνταποδοῦναι τοῖς θλί-
ϐουσιν ἡμᾶς θλίψιν. ι
π’. El τὸ γηρᾶσαν ἐν τῇ γῇ, καὶ ἐν πέτρᾳ, στέ-
λεχος, ἀπὺ ὀσμῆς ὕδατος ἀναθάλλει, ὥσπερ τὸ νεό-
φυτον, είκὸς καὶ ἡμᾶς ἐξεγειρομένους τῇ δυνάμει
τοῦ ἁγίου Πνεύματος, άνασλαστῆσαι ἀφθαρσίαν, ἣν
κατὰ φύσιν εἰλήφαμεν, καὶ ποιῆσαιθερισμδν, καθὼς
τὸ νεόφυτον, κᾶν είς τὸν παλαιὸν κατεπέσαμεν dv-
θρωπον.
πα’. Πρὸς τὴν άπευδοκήσασαν ἑαυτῆς δι’ ὑπερϐο-
λὴν πειρασμῶν καὶ ἁμαρτιῶν σμῆνος ψυχὴν, καὶ λέ·
γουσαν, Ἀπόλωλεν ή ἐλπὶς ήμῶν, διαπεφωνήκαμεν,
εἴρηται παρὰ τοῦ μὴ άπογινώσκοντος τήν σωτηρίαν
ήμῶν Θεοῦ, τὸ, Ζήσεσοε, καὶ γνώσεσθε ὅτι ἐγώ είμι
Κύριος. Πρὸς δέ τὴν διαποροῦσαν ψυχὴν, πῶς άοα
δυνήσεται διὰ μεγάλων ἀρετῶν τεκεῖν Χριστὸν, λέ-
λεκται ἰ Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. »Ὅπου
δὲ Πνεύματος ἁγίου παρουσία, μὴ ζητήσῃς λοιπὸν
φύσεως καὶ συνηθείας ἀκολουθίαν καὶ νόμον· παντοο
δύναμον γὰρ τὸ προσκυνητὸν καὶ ἁγιον Πνεῦμα, καὶ
τά μὴ ὑφεστῶτα ὑφίστησί σοι, ὅπως ἂν ἐκπλαγῇς.
Ἀλλά καὶ νικητὴν νυνὶ δείκνυσι τον νοῦν, τὸν πρώην
νικώμενον· 6 γάρ ἄνωθεν ἐρχόμενος ἐφ’ ἡμᾶς δι’
εῦσπλαγχνίαν παράκλητος, ἐπάνω πάντων ἐστίν·
ἐπάνω σε γάρπάντων ἵστησι τῶν φυσικῶν κινημά-
των καὶ δαιμονικῶν παθῶν.
πβ’. Ἀγωνίζου τὴν ἐν τῷ ἡγεμονικῷ σου φωταυο -
γείαν, διαφυλάττειν ἀλύ μαντον· ἐὰν άρξῃ κατ’ ἐμ-
πάθειαν βλέπειν, ἐγνὸφωσέ σε Κύριος καὶ ἐξαπέστειλε
χαλινὸν τοῦ προσώπου σου. ι καὶ τὸ φῶς τῶν ὀφθαλ-
μῶν σου οὐκ ἐστι μετὰ σοῦ· ι ἀλλ’ εί καὶ ταῦτα
οὕτως ἔχοι, μὴ ἀποκάμῃς, μηδέ ἐκλυθῇς, πρεσϐευό-
μενος σὺντῷ ἁγίῳ Δαϐίδ· ι Ἐξαπόστειλον τὸ φῶς σου,
καὶ τήν ἀλήθειάν σου , ἐμοὶ τῷ σκυθρωπάζοντι, σω-
τήριον τοῦ προσώπου μου καὶ 6 Θεός μου · ἐξαποστε-
λεῖς γάρ τὸ [Ινεῦμά σου καὶ κτισθήσονται, καλ⁹ ἀνα-
καινμεῖς τὸ πρόσωπον τῆς γῆς. ι

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.