PG 85, col. 1854

γνώσει· ή γὰρ τοιαύτη μετάληψις ἁναδώσει τῇ
ψυχῇ ἀμείωτον εὐφροσύνην ἐν τῷ μέλλοντι αἰῶνι.
πδν. Πὰσῃ δυνάμει ἀσφαλίζου μὴ πίπτειν · τὸ γάρ
πίπτειν οὐ πρέπει τῷ ίσχυρῷ ἀθλητῇ. Ἐὰν δὲ συμϐῇ
πεσεῖν, εὐθὺς ἀναπήδησον, καὶ στῆθι πάλιν εἰς τὸν
καλὸν ἀγῶνα· κᾶν μυριάκις τοῦτο συμϐῇ καθ’ 61:0-
στολὴν τῆς χάριτος, μυριάκις κακεῖνο ἔστω· τουτ-
έστιν τὸ τῆς ἐγέρσεως · καὶ ἕως τῆς τελευτῆς σου.
Γέγραπται γάρ, ὅτι Ἐὰν ἑπτάκις πέσῃ δίκαιος, τουτ-
ἐστι διαπαντὸς τοῦ βίου, ἑπτάκις ἀναστήσεται · ’ἐως ’
ὅτε κρατεῖς τὸ ὅπλον τοῦ ἁγίου σχήματος, μετά δαο
κρὺων, καὶ ἱκεσίας τῆς πρὸς τὸν Θεὸν, είς τοὺς
στήκοντας λογίζῃ, κᾶν πολλάκις πέπτωκας · ἕως ὅτε
παραμένεις μοναχοῖς, ώς ἀνδρεῖος στρατιώτης κατά
τῶν ἐμπροσθίων δέχῃ τὰς πληγὰς, δι’ ῶν καὶ εὐφη-
μηθήσῃ μᾶλλον,ὃτι οῦδέ πληττόμενος ἠνέσχου ἐνδοῦ-
ναιῆ ἀποστῆναι. Ἐάν δὲ ἀποστῇς τῶν μοναχῶν,
κατά νώτου πλήττῃ λοιπον ώς φυγάς, καὶ δειλὸς,
καὶ λειποτακτίτης, καὶ ἀπαρρησίαστος.
πε’. Χαλεπώτερον τοῦ ἁμαρτάνειν ἐστὶ τὸ ἀπελ-
πίζειν. Ἰούδας γὰρ 6 προῖότης μικρόψυχος ἦν καὶ ·
ἀπειροπόλεμος, καὶ διὰ τοῦτο ἁπογνόντι αὐτῷ, ἐπι-
δραμὼν 6 ἐχθρὸς, ἀγχόνην περιῆψεν. Πέτρος δὲμὴ
πέτρα ἡ στερεὰ, φοϐερὸν πτῶμα κατενεχθεὶς, ώς
ἐμπειροπόλεμος οὐκ ἐξελύθη ούδέ ἀπέγνω δυσθυμήο
σας · iam ἀναπηδήσας προσήγαγεν πικρότατα δά-
κρυα ἀπὸ καρδίας θλιϐομένης καὶ τεταπεινωμένης·
καὶ παραυτίκα ὁ πολέμιος ἡμῶν θεασάμενος ταῦτα,
ῶσπερ φλοξὶ σφοδροτάταις τὰς ὄψεις φλεγόμενος, ἀπ’·
επήδησεν φεύγων μακράν, καὶ δεινῶς ὀλολύλςων.
τίς-ί. Πρδς ταῦτα τὰ τρία μάλιστα 6 μονὰζων, πό-
λεμον ἐχειν ὀφείλει ἀκήρυκτον, προς τήν κοιλιομα·
νίαν, καί⁸ πρὸς τὴν ἀκε ρδῆ δόξαν, καὶ πρὸς τήν φιλο-
χρηματίαν, ἥτις ἐστὶν εἰδωλολατρία.
Βασιλεύς τις Ἰσραηλίτης, τῶν Τρωγλοδύτων
τὸ καὶ τοὺς ⁷άλλόυςᾜαῷάρους, ψαλμοῖς, καὶ
ὕμνοιςξκαὶ ᾠδαῖς πνευματικαῖς κατηγωνίσατο, ἐν
τοῖς λόγοις καὶ τοῖς ὀργάνοις Δαὸίδ. Ἔχεις καὶ σὺ
βαρϐάρους Τρωγλοδύτας, τοὺς είς τάς αἰσθήσεις ⁹σου,
καί. τά μέληένδύνοντας δαίμονας, καὶ τὴν. Βάρκα
κολάζοντας διὰ τῆς πυρώσεως, καλ⁸ παρασκευάζοντας
σε ἐμπαθῶς βλέπειν τε καὶ ἀκούειν, καὶοοζφραίνε-
σθαι, καὶ λαλεῖν ἀπρεπῆ ῥήματα, ,καὶ *ὀφθαλμοὺς
μεστοὺς ἐχειν μοιχίας, καὶ⁵ συγχεῖσθαι ἔσωθεν καὶ.
ἐξωθεννκάὶτὰ τήν-Βαϐυλωνίαν· φρόντισον οὖν καί.
πίστει μεγάλῃ, καὶ ψαλμοῖς, καῖ ὕμνοις, καὶ
πνευματικαῖςξτοὺς ἐνεργοῦντας τὰ κακά Τρω-
γλοδύτας ἄρδην ἐξολοθρεῦσαι.
ἱΩσυπερ άνθρωπον δι’ ἀνθρώπου ,σώζεσθαι
βούλέται 6 Κύριος, οῦτως καὶ ἁνθρωπονδϋ ἀνθρώποτυ
ἁπολέσθαι σπεύδει ὀ Σατανᾶς. Διόπερ οὑ χρὴ κολλᾶ-
σθαι ἀνδρὶ καταφρονητῇ. κακεντρεχεῖ, καὶ μὴ φυ-
λάσσοντι γλῶσσαν, ’ίνα μὴ σὺν αὐτῷ είς κόλασιν ἁπ-
έλθης. Μόλις γάρ τις τῷ δικαίῳ ἐγγίζων σωτηρίας
τυγχάνει. Ἐὰν δέ τις τῷ πονηρευομέυω συναναστρα-
ei). μὴ παοατηρού μενος, καθάπερ λοιμον, καὶ λέπραν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.