PG 85, col. 1855

ἐκτὸς μέλεσι.
πθ’. Τίς σοφὸς, καὶ συνετὸς, καὶ φίλης Θεοῦ κλη-
θῆναι βουλόμενος, ἵνα τὴν ψυχὴν τὴν ἑαυτοῦ σπου-
δάσῃ παραστῆσαι τῷ Κυρίῳ τοιαύτην, οἷαν αὐτὴν
ἔλαϐεν παρ’ αὑτοῦ, καθαρὰν, καὶ ἄτρωτον, καὶ ὃλην
ἀμώμητον, καὶ διὰ. τοῦτο στεφανωθῇ ὲν τοῖς οὐρανοῖς
καὶ παρά τῶν ἀγγέλων μακαρισθείη;
ἰ-,’. Ἓν ῥῆμα ἀγαθὸν τὸν ποτὲ μιαρὸν ἐκεῖνον λῃ-
στὴν, καθαρὸν, καὶ ἅγιον εἰργάσατο, καὶ εἰς τὸν πα-
ράδεισον εἰσήνεγκεν · καὶ ἒν ῥῆμα ἀπρεπὲς ἀπετεί-
χισε τῷ Μωῦσῇ τήν γῆν τῆς ἐπαγγελίας. Μή οῦν
μικρὰν νόσον τήν γλωσσαλγίαν νομίσωμεν θ οἱ γὰρ
φιλολοίδοροι καὶ φλύαροι, ἀποκλείουσιν ἑαυτοῖς τὴν
βασιλείαν τῶν οὐρανῶν. Διότι ἀνὴρ γλωσσώδης, κᾶν
ἐνταῦθα κατευθυνθῇ, ἀλλ’ ἐκεῖ οὑ μὴ κατευθυνθείη ο
μᾶλλον δὲ σκελισθείη καὶ κακά θηρεύσῃ αὐτὸν είς
διαφθοράν. Καλῶς οὖν έλεγε σοφός τις ἀνὴρ, ὅτι xpeto-
σόν ἐστιν πεσεῖν ἀπὸ ῦψους εἰς ἔδαφος, ἢ ἀπὸ γλώσ-
σης. Πιστευτέον τοιγαροῦν Ἰακώϐῳ τῷ ἀποστόλῳ
γράφοντιο ι Ἔστω πᾶς ἄνθρωπος ταχὺς είς τὸ ἀκοῦ-
σαι, καὶ βραδὺς εἰς τὸ λαλῆσαι. ι
ha’. Ὅπως ἂν μὴ μετεωριζώμεθα ἀπατώμενοι
ὑπὸ τῶν αἰσθήσεων περὶ τὴν ματαιότητα, καλὸν
προσέχειν τῷ λέγοντι· Βάδιζε,λαός μου, εἴσελθε εἰς
τὸ ταμεῖον τῆς καρδίας σου τὸ ἀποκεκρυμμένον
παντὶ αἰσθητῷ νοήματι, τὸ ἀνείδωλον ὲῃῖνο ἐνδιαί-
τημα, τὸ καταλαμπόμενον τῇ τε ἀπαθείᾳ, καὶ τῷ
ἔπισκιασμῷ τῆς άγίας χάριτος ο ἀπόκλεισον τὴν θύ-
ραν σου πᾶσιτοίς ὁρωμένοις, άποκρύὸηθι μικρὸν ὅσον
ὅσον, μικρά γάρ ἐστι πᾶσα ή ἀνθρωπίνη ζωή· καὶ
μετά τοῦτο λέγει · Ἕως ἂνπαρέλθῃή ὀργὴ Κυρίου.
’Ὠσπερ ἄλλος ἔλεγεν, ’έως οὗ παρέλθῃ ή ἀνομία.
Ὀργὴ γάρ Κυρίου, καὶ. ἀνομία, τάχα οῦν οἰ δαίμο-
νες, καὶ τά πάθη, καὶ τὰ ἁμαρτήματα · καθά φησι
πρὸς τὸν. Θεὸν ό Ἡσαΐας* ι Ἰδοὺ σὺ ὠργίσθης, καὶ
ἡμεῖς ἡμάρτομεν. ι Διαφεύγει δὲ τὴν ὀργὴν ταύτην
ἄνθρωπος, διηνεκῶς προσέχων τῇ καρδίᾳ ὲν προσ-
ευχῇ, καὶ ὲντδς γενέσθαι τῶν ἀδύτων φιλονεικῶν
ι Ἔλκυσον γὰρ, φησὶ, σοφίαν ὑπὲρ τὰ ὲσὼτατα. ι
Διότι πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως έσω-
θεν. Κοπιῶ δὲ, ἕως οὗ εἰσέλθω εἰς τὸ άγιαστήριον
τοῦ Θεοῦ, καὶ εἰς ὅρος κληρονονομίας, φησὶν, εἰς
ἕτοιμον κατοικητήριον, ὃ κατειργάσω, Κύριε, ἀγία·
αμα, ὃ ἡτοίμασαν αἰ χεῖρές σου.
ιιβν. Ὀ-βουλόμενος ἀληθῶς ἀποτάξασθαι, τὸν μα-
κάριον μιμείσθω προφήτην Ἐλισσαῖον, μηδὲν ἐαυτῷ
ἀποληψάμενον πρᾶγμα, πολλῷ καὶ πυριφλεγεί τῷ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.