PG 85, col. 841

Καὶ γὰρ Παντομέδοντος ἀήττητος πέλει ίσχύς.
Κυπριανὸς δ’ ἀπάμειπτο , Κάγὼ φρεσὶν ᾗσιν άν·
[έγνων ,
Ὠς Χριστοῦ δύναμις κρατερὴ πέλει, ἠδὲ μεγίστη.
Τῇδε γὰρ ἐν νυκτὶ κούρῃ σεπτῇ κατέπεμψα
Δαίμονας ἀντιθέους, ὅππως ἀπάτης ἐνὶ δεσμοῖς
Θηρήσωσι νόον κρατερόφρονος ἡῖθέοιο.
Ἦ δέ μαθοῦσα νόῳ, εὐχῇ, σφρηγῖδί τε Χριστοῦ
Νίκησε κρατερῶς. Νῦν δ’ ἄνσχεο, καὶ δ’ ἐλέησον,
Αίδόμενος δ’ ἱκέτην σέο, δέχνυσο, φέρτατε φωτῶν ,
Βίσλους, ἐνθεν ἐγὼ κακὰ μυρία τεῦχον ἀλιτρός,
Καὶ πυρὶ τάσδ’ ἁμάθυνον, ἐμὴν ψυχὴν ἐλεαίρων.
Πεισθεὶς δ’ ἀρητὴρ βίὸλους λάϐε, φλέξε δὲ πάσας,
Κεῖνον δ’ εύλογέων ἀγανοῖς μύθοις ἀπέπεμπε,
Πυκνά παραιφάμενος σηκοῖς Θεοῦ ἐγκαταδύνειν.
Κυπριανὸς δ’ ἄψορρος ίὼν ἐὸν ἐς δόμον αὖθις,
Ῥέξας εὖτε κόνιν μορφὰς βρετέων ἀμενηνῶν,
Πᾶσαν δὲ ζοφερὴν νύκτα πεπλήγετο σῶμα,
Καὶ φάτο· Πῶς δ’ ἂν ἐγὼ Χριστοῦ βλεφάροισι φα-
νει
Τόσσα κακὰ ρέξας; πῶς δ’ ἂν Θεὸν εύλογέοιξιι η
νε ιτιν
Ἠμετέροις στομάτεσσι, δι’ ὧν ἐτέρους ἀθέριξα,
Δαίμονας οὐλομένους ἐν ἐμοῖς καλέων στομάτεσσιν ;
Καὶ τέφρην κεδάσας κατά γῆν, Θεοῦ ᾔτεεν οἶκτον
Σιγαλέως κατὰ γαῖαν, ἐπεὶ τρόμεεν μέγ’ ἀῦσαι.
Ἀλλ’ ὅτε δὴ ῥοδόπηχυς ἐπήλυθεν ἀργέτις Ἠὼς
Σαδδατικῆς μεγάλης, τότε δὴ πέλε πᾶσι θαλείη.
Ὣς δέ καὶ αὐτὸς ἔϐαινε Θεοῦ μεγάλοιο νέηλυς
Σεπτὴν εἰς ἄγυριν, πωλεύμενος ηὔχετο τοῖα °
Δέσποτα, εί θεράπων τεὸς ἄξιος ἐμμεν’ όῒω,
Δό(⁸ με τεοῖς μεγάροισιν ίόντα γε μῦθον ἀκοῦσαι
Ἐκ Γραφικῶν βίϐλων εἰς κλῃδόνα εὖ μάλα ἐσθλήν.
Ὃς δ“ ὡς οὖν ἐπὶ βηλὸν ἕδη ναοῦ, ἔννεπε Δαόῖδ
Δῖος Ίεσσιάδης, Ὅρα. Κύδιμε, μηδὲ μεθήσηςν
Ὠ κρατέων, μηδ’ αὖ με λαθὼν τηλοῦ σέο τεύξῃς.
Ᾱῦτις δὲ προφάτωρ Ὠσηέ μέγας τάδ’ ἔειπεν
Ἐνθους, Εἰ δ’ ἄγε μὴ πάϊς ἔσσεται. Χύτὰρ ό αὖθις
Δαυτδης ἀγόρευε, Προέστιχον ὄμματ’ ἐμεῖο
ὐρθρον φωτοφαῆ νυκτὸς ζοφερῆς ἐλατῆρα,
Ὀφρα γε θειοτέροις σέο ῥήμασιν ἓσπομαι αἰέν.
Ἡσαΐας δ’ ἑτέρωθι, Φόϐος σέο μήποτ’ ἀπαύρῃ
Θυμὸν, τέκνον ἐμοῖο, καὶ ὃν φιλέω Ἰακώὸην,
’ον πάντων κατέλεξα περικτιόνων πρόμον ἄλλων.
Παῦλος δ’ ὧδ’ ἀγόρευε θεηγόρος, Αὐτὸς ἀνάσσων
Ἦμέας ἐπρίατο Χριστὸς δυσπεμφέλου ἀρῆς
Ἐκ προτέρης θέμιδος. Πάλι δ’ ἔννεπεν ὧδ’ ὑποφήτης
Δαὸὶδ ἀριστολύρης, Τίς δ’ ἂν Θεοῦ ἐξερεείνοι
’Λθανάτου δύναμιν, καὶ οὔασι πᾶσιν ἐνίσποι
’Υμνους Παντομέδοντος; Ἔπειτα δὲ τεῦχος Ἄνακτος
Θειοτέρων ἐπέων, μετέπειτα δὲ ἀρητῆρος
Παρφασίη ⁸ ἀτὰρ αὖτε κατηχήεις λόγος ἀνδρῶν·
δεξιτε ἐκ νηοῖο Θεοῦ βροτοὶ ὴμιτέλεστοι.
Κυπριανὸς δ’ ἀγανὸς θώκοις ἔτι ἧστο σιωπῇ.
Vers. 279
Ρηαοι.. Gtt. LXXXV.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.