PG 86, col. 1204

ναι. Παραλειπόμεναι δὲ ἐκλήθησαν, ἐπειδὴ ὲν αὑταῖς
διεξέρχεται, ἃ. παρέλιπον ot συγγραψάμενοι τὰς
Βασιλείας. Δωδέκατόν ἐστι τῶν ἱστορικῶν βιελίων
6 Ἔσδρας, ὲν ᾧ ἐστι τὰ μετὰ τὴν αἰχμαλωσίαν τῶν
Ἰουδαίαν) γενόμενα, ἕως τῆς ἐπανόδου αὐτῶν, τῆς
ἀπὸ τῶν Ἀσσυρίων, ἐπὶ Κύρω γενομένης. Καὶ
ταῦτα μὲν ἱστορικά.
Προφητικὰ δέ εἱσι πέντε. Ὧν πρῶτόν ἐστιν 6
Ἡσαΐας δεύτερον 6 Ἱερεμίας τρίτον .ό Ἰεζεκιήλ·
τέταρτον, 6 Δανιήλ· πέμπτον, τὸ Δωδεκαπρόφητον
λεγόμενον, ἐν ᾧ δώἴεκα προφητῶν κεῖται προφητεία.
Παραινετικόι atq: βιϐλία δ’. Ὧν πρῶτον 6 Ἰὼϐ·
τοῦτο δέ τινες ἐνόμισαν Ἰωσήπου εἶναι σύγγραμμα.
Δεύτερόν ἐστιν, αὶ Παροιμίαι Σολομῶντος· τρίτον,
6 Ἐκκλησιαστής · τέταρτον, τὸ ’ᾼσμα τῶν ᾀσμά-
των. Τετάχθαι δὲ νῦν μετὰ τὰ παραινετικὰ (α) τὺ
τᾼσμα τῶν ᾀσμάτων λέγω, ἐπειδὴ ἡ τούτων θεωρία.
ὑψηλοτέρα ἐστίν. Εἰσὶ δὲ ταῦτα τὰ τρία βιϐλία τοῦ
Σολομῶντος. Μετὰ ταῦτα ἐστι τὸ Ψαλτὴριον. Καὶ
ταῦτα μέν είσι τὰ κβ⁹ βιϐλία τῆς Παλαιᾶς’ τῆς 6e
Νέας, ’ἐξ εἰσι βιϐλία, ὧν δύο περιέχει τοὺς τέσσαρας
εὐαγγελιστάς ο τὸ μὲν γὰρ ἔχει Ματθαῖον καὶ Μὰρ-
κον, τὸ δὲ ἕτερον, Λουκᾶν καὶ Ἰωάννην· τρίτον
ἐστὶν, αἱ Πράξεις τῶν ἀποστόλωνο τέταρτον , αι
καθολικαὶ Ἐπιστολαὶ, οὖσαι ἑπτὰο ὧν πρώτη τοῦ.
Ἰακώϐου ἐστί’ ὴ β’ καὶ ἡ γ’, Πέτρουο ἡ δ’, καὶ ε’,
καὶ ς’, τοῦ Ἰωάννου· ἠ δὲ ζ’, τοῦ Ἰούδα. Καθολικαὶ
δὲ ἐκλήθησαν, ἐπειδὴ οὐ πρὸς ἓν ἔθνος ἐγράφησαν,
ὡς αἱ τοῦ Παύλου , ἀλλὰ καθόλου πρὸς πάντα. Πέμ-
πτον βιϐλίον, αί ιδ’ τοῦ ἁγίου Παύλου ἐπιστολαί.
Ἔκτονὶστὶν, ἡ Ἀποκάλυψις τοῦ ἁγίου Ἰωάννου.
Ταῦτά ἐστι τὰ κανονιζόμενα βιϐλία ὲν τῇ Ἐκκλη-
σία, καὶ⁹ παλαιὰ, καὶ νέαο ὧν τὰ παλαιὰ πάντα δέ-
χονται οί Ἑϐραῖοι.
Τούτων οὕτως ἑχόντων, ἄξιον ἐκθέσθαι πρῶτον
τὰ τῶν Ἑϐραίων δόγματα, καὶ πρῶτον τὰ περὶ Oeo-
λογίας. Ol. τοίνυν Ἑϐραῖοι μίαν ὑπόστασιν λέγουσι
τοῦ Θεοῦ, καὶ μίαν φύσιν. Τριάδα δὲ οὐδαμοῦ δοξά-
ζουσιν, οὐδὲ λέγουσιν, οὔτε Πατέρα, οὔτε Υίδν, οὔτε
ἃγιον Πνεῦμαο εί μὴ ἄρα Πατέρα εἴποιμεν, φασὶ,
τὸν Θεὸν, ὡς πατέρα πάντων ἀνθρώπων ὄντα. Ἴσχυι-
ρίζονται δὲ’μίαν ὑπόστασιν εἶναι τοῦ θεοῦ, ἀπὸ τοῦ
είπείν τὸν Μωσέα· Ἄκουε, Ἰσραὴλ, Κύριος ό Θεός
σου, Κύριος εἷς ἐστιν. Ἡμεῖς δὲ λέγομεν πρὺς
αὐτοὺς, ὅτι τοῦτο εἶπεν 6 Μωσῆς, ἀποϐλέπων πρὸς
τὴνούσίαν, οὗ πρὸς τὰς ὑποστάσεις. Καὶ ἡμεῖς γὰρ
ἕνα Θεδν λέγομεν , ὲν τρισὶν ὑποστάσεσιν. Ἐπεὶ ὅτι
Τριάς ἐστιν, ἀπὸ πολλῶν ἔστι δεῖξαι. Πρῶτον ἀφ’ ὧν
λέγει Θεὸς ὲν τῇ Γενὲσει, ὅτι Ποιήσωμεν ἄνθρωπον·
οὐκ ἂν γὰρ ἔλεγε πληθυντικῶς, Ποιήσωμεν, ει μὴ
καὶ ἄλλοι αὖτῷ τῆς δυνάμεως ἐκοινώνουν. Δεύτερον,
sum in ms. Regia: bibliothecae. Coresus. ad Con-
stit. θροεῖ. Μίλων. 6, not. 5.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.