PG 88, col. 1096

Σχόλιον ια’.
Κινδὺνους φησι τοὺς πειρασμοὺς. οἷον κτύπους
_ Ἄλλο. _
Πῶς ἔστιν εἰπεῖν κινδύνους ὑπομένοντα στεφανοῦ-
σθαι, ἢ πάντως, τὸν μὴ ὑπενδόντα ταῖς τῶν κινδύνων
ἀφορμαῖςο ἀλλ’ ἐγκαρτεροῦντα τοῖς δεινοῖς, καὶ μὴ
ιιι pro- προδιδόντα τὰς ἀρετάς; ί
Σχόλιον ιβ’.
Αἴσθησις πνευματική ἐστιν, ἢ ποιωθεῖσα δέξασθαι
_ τὴν δύναμιν τὴν θεωρητικὴν, ὡς ή κόρη τῶν σωμα-
ι τιζιῶν ὀφθαλμῶν, τῶν ἰν αὐτοῖς ὲτχόντιυν τὺ φῶς τὸ
Σχόλιον ιγ’.
’Δμήχανον ἅψασθαι τοῦ ἀγαθοῦ μὴ ἀποστάντα
πρότερον παντελῶς καὶ ὲκνεύσαντα τοῦ κακοῦ· ὡς
ἀμήχανον ὑγείαν ἀναλαϐεῖν μὴ τῆς νόσου ἀπαλλα-
γέντα. .
Ἄλλο.
Ἕκκλινον ἀπὸ κακοῦ, καί ποίησον ἀγαθόν’
τουτέστι, Πολέμησον τοὺς ἐχθροὺς ἶνα μειὼσῃς τὶ
πάθη. Ἔπειτα δὲ νῆφε, ἵνα μὴ αὐξήσωσιν· αὖθίς τι
πολέμησον, ίνα κτήσῃ τὰς ἀρετάς· καὶ μετέπειτα
νῆφε, ἵνα αὑτὰς διαφυλάξῃς καὶ τοῦτο ἂν εἴη τὸ ἐρ·
c Σ χόλων Ἰσαὰκ ιδ’.
Φόϐος ἐστὶ ῥάϐδος πνευματική κυϐερνῶσα ἡμᾶς.
ἕως ἂν φθάσωμεν εἱς τὸν παράδεισον τῶν ἀγαθῶν τῶν
πνευματικῶν· καὶ ὅταν ἐκεῖ φθάσωμεν, ἀφίησιν ἡμᾶς
καὶ στρέφεται.
ΛΟΓΟΣ ΚΖί
Περὶ τῆς ἱερᾶς σώματος καί ψυχῆς ἡσυχίας.
Ἡμεῖς ὥσπερ ἀεὶ ὠνήσιμοί τινες τῶν ἀνοσίων ποι
θῶν ὑπάρχοντες (1), καὶ δοῦλοι ὑπόσπονδοι γενόμε-
νοι ὲκ τούτου καὶτοὺς δόλους καὶ τρόπους καὶ τὰς
ἓπιταγάς. καὶ τὰς πανουργίας ποσῶς ἐπιστάμεθα
ἑτῶν δεσποσάντων τῆς ἀθλίας ἡμῶν ψυχῆς Πνευμά-
των. Ἔτεροι γὰρ ὑπάρχουσι, oi δι’ ἐνεργείας mad-
ματος ἁγίου, καὶ τῆς τούτων ἀπαλλαγῆς· είς τὰς μη-
χανὰς αὐτῶν φωτισθέντες. Ἀλλος μὲν γὰρ ό ὲκ τῆς
ἔν τῇ νόσῳ ὀδύνης τὴν τῆς ὑγείας στοχαζόμενος ἀνά-
παυσιν, καὶ ἕτερος ό ἐκ τῆς ὲν τῇ ὑγεία εὐθυ-
μίας τὴν ὲν τῇ νόσῳ ἀθυμίαν καταλαμϐανόμενος
καὶ τεκμαιρόμενος. Τοίνυν ἡμεῖς ὡς ἀσθενεῖς δεδοί-
κάμεν ὑμῖν νῦν περὶ τοῦ τῆς ἡσυχίας λιμένος ἓν τῷ
λόγῳ φιλοσοφεῖν, ἐπιστάμενοι ἀεὶ παρίστασθαί τινα
κύνα ἐν τῇ τραπέζῃ τῆς καλῆς συνοδίας, καὶ ἄρτον,
ἤγουν ψυχὴν, ὲκ ταύτης ἀφαρπάζειν δοκιμάζοντα-
Καὶ τοῦτον τῷ στόματι ἐπιφερόμενον λοιπὸν ἀπο·
τρέκυντα. καὶ καθ’ ἡσυχίαν τοῦτον ὶσθίοντα. Διὸ ἵνα

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.