PG 88, col. 644

καὶ φρόνιμος μοναχὸς, ὃς τὴν Θέρμην τὴν ἑαυτοῦ
ἐφύλαξεν ἂιῖϐεσίεον⁴ καὶ μέχρι τῆς αὐτοῦ ἐξόδου
καθ’ ἡμέραν [προστιθεὶς] πῦρ πυρὶ, καὶ θέρμην
θέρμῃ, καὶ σπουδὴν σπουδῇ, καὶ πόθον πόθῳ οὐκ
ἐπαύσατο ;
Ὀ ἐπιϐεϐηκὼς μὴ στροφῆς εις τὰ ὀπίσω.
m
Μ
SCHOLIA GRAECA
εςενρια
β
ΣΧΟΛῙΑ ΕΙΣ ΤΟΝ ΛΟΓΟΝ A'.
Περὶ ἀποταγῆς.
Σχόλιον α’.
Ἀποταγὴ πρώτη ἡ τῶν πραγμάτων ἀπαλλαγή.
Δευτέρα δὲ, καὶ τρίτη, ἡ τῶν παθῶν καὶ τῆς ἀγνοίας.
Ῥᾳδίως τις βουληθεὶς, τῶν πραγμάτων ἀπαλλάττε-
ται’ οὐκ ὀλίγῳ δὲ καμάτῳ τῶν πρὸς αὐτὰ παθη·
μάτων.
_ Σχόλιον Γρηγορίου Νύσσ. β’.
Αὐτεξουσιότης ἐστὶ ψυχῆς λογικῆς θέλησις ἑτοι-
μως κινουμένη εἰς ὅπερ ἂν θέλῃ, ἥντινα περὶ μό-
νον τὸ καλὸν ἑτοίμως ἔχειν πείσωμεν, ἵνα ἀεὶ ταῖς
ἀγαθαῖς ἐννοίαις τὴν μνήμην ἀναλίσκωμεν τοῦ
κακον ο
Ἀλλο.
Αὐτεξουσιὸτης αὖθις ἐστι νοερὰ τῆς ψυχῆς κίνη-
σις αὐτοκρατὴς. Ὅθεν καὶτὰ ἄλογα οὐκ εἰσὶν αὑ-
τεξούσια · ἄγονται γὰρ μᾶλλον ὑπὸ τῆς φύσεως, ἧς·
περ ἄγουσι. Διὸ οὔτε ἀντιλέγουσι τῇ (ῥυσικῇ ὀρέξει.
Ἀλλ’ ἅμα ὀρεχθῶσί τινος, ὁρμῶσι πρὸς τὴν πρᾶξιν.
'U δὲ ἅνθρωπος λογικὸς ὢν, ἄγει μᾶλλον τὴν φύσιν,
ἥπερ ἄγεται. Διὸ καὶ ὀρεγόμενος, εἴπερ ἐθέλει, £500-
σίαν ἔχει ἀναχαιτῖσαι· ὄρεξιν, ἢ ἀκολουθῆσαι αὐτῇ.
Ὅθεν τὰ μὲν ἄλογα οὐδὲ ὲπαιναξται, οὐδὲ ψέγεται ·
ὁ δὲ ἄνθρωπος, καί ἐπαινεῖται, καὶ ψέγεται.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.