PG 88, col. 649

Σχόλιον ις’.
’0 δι’ ἀνταπόδοσιν ἀποταξάμενος. ἀεὶ τῆς κατὰ
δύναμιν ἐργασίας ἐπιμελεῖται, λογιζόμενος ὡς αὐτοῦ
μικρὸν ῥαθυμήσαντος, καὶ τὸν μισθὸν ἐλαττωθῆναι
συμϐήσεται.
Σχόλιον ιζ’.
Οἶμαι, τοὺς ἀποτασσομὲνους λέγει. Καὶ oi μὲν τοὺς
πλίνθους οἰκοδομοῦντες ἐπάνω λίθων, εἰσὶν οί χω-
ρὶς ὑποταγῆς μεγάλων ἀρετῶν ὲν προοιμίοις οἰκο-
δομὴν ποιησάμενοι [ποιησόμενοι], καὶ διὰ τὸ ἀπεί-
"r"c' ""’l"'| ν ι. ι ι ,ιν
ρους αὐτοὺς τῶν ταπεινῶν τῆς ὑποταγῆς ἄθλων
ὑπάρχειν, ήττήθησαν, καὶ τὴν οἰκοδομὴν πρὸς τὸ
ταπεινότερον, καὶ ἀσθενέστερον ὲνήλλαξαν. Oi δὲ
ἐπάνω τῆς γῆς στύλους ὲδραιὼσαντες τοῖς εὐθὺς ὲκ
προοιμίων τῷ ἀναχωρητικῷ βίῳ προσελθοῦσιν (a),
διὰ τοῦτο χωρίς ὄντες θεμελίων καταϐάλλονται. Ui
δὲ πεζεύοντες,οί τῷ ἀτύφῳ τῆς ὑποταγῆς δρόμῳ
κατ’ ὀλίγον ἀναχθέντες, καὶ ἀκαταγὼνιστοι γενόμε-
νοι, ἅτε πεῖραν τῶν πολέμων ἐσχηκότες. ’
Σχόλιον ιη’.
Περιστατικὰς ἀποταγάς τὰς κατά σύμϐασιν, καὶ
συμφορῶν τινων ὲπὲλευσιν γινομένας λέγει. Φυγάοο
δες δὲ ὀνομάζονται οἱ τῆς πατρίδος διά τι πλημμέ-
λημα διωκόμενοι. Ἐπειδὰν οὖν τινος αὐτῶν κατὰ
τὴν χώραν διάγοντος, συμϐῇ βασιλικὴν γενέσθαι
πάροδον ἐκεῖθεν, εἶτα μηνυθείη τί κατ’ αὐτοῦ σκαι-
opst, βία μὲν αὑτὸν ἀχθῆναι προστάξῃ ’⁷ ἐρευνήσας
δὲ, καὶ μαθὼν μηδὲν είς αὐτὸν ἡμαρτηκέναι τόν
ἄνθρωπον, τῆς δὲ φυγαδείας ἀνακαλέσηται, καὶ παν-
τοίοις δεξιώσηται καλοῖς, ὡς καὶ συνδειπνῆσαι ὲπι-
τρέψαι αὐτῷ. Ἦ δὲ τοιαύτη παραϐολὴ τὸν μα-
κάριόν σοι δηλοί Παῦλον, καὶ ἄλλους πολλοὺς Χρι-
στῷ ἀκουσίως ἀπαντήσαντας, σὺν αὐτῷ δὲ εἰσελθόν-
τας, καὶ συμϐασιλεύσαντας.
Σχόλιον ιϐ’.
Ὅπου βάρος φορτίων, ἐκεῖ συμϐοηθοῦντος χρεία ·
καὶ ὅπουεβόρϐορος ψυχῆς, ἐκεῖ δακρύων χρεία.
Σχόλιον κ’.
’Υγεία ἐστὶ ψυχῆς, ἠ τοῦ θείου θελήματος εὐω-
δία ο ὥσπερ δὴ ἔμπαλιν τὺ ἐκπεσεῖν τοῦ ἀγαθοῦ
θελήματος, νόσος ἐστὶ ψυχῆς τελευτώσης είς θά-
ναίων. ~
Σχόλιον κα’.
Ὀ δεχόμενος λόγον ἀληθείας, ὑποδέξεται τόν
Θεὸν, λέγει· φησὶ γὰρ ὁ Κύριος· '0 δεχόμενος
ὑμᾶς ἐμὲ δέχεται.
⁸ Matth. x, 40.
(a) Ὅμοιοι videtur desiderari vel aliqua. vox similis.
PATBOL. Gn. LXXX Vlll.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.