PG 88, col. 660

παλαιῶν ἠθῶν κατορθοῦται, Ὣς εἰ μή γε ἀποξενώ-
σωμεν ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς, καὶ κοινω-
νίας βίου, οἱονεὶ πρὸς ἓτερον βίον διὰ τῆς σχέσεως
μεταϐάντες, κατά τὸν εἰπόντα· Ἠμῶν γὰρ τὸ ,πολι-
τευμα ἐν οὐρανοῖς ὑπάρχει· ἀμήχανον ἡμᾶς περι-
γενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεωῖν
τοῦ Κυρίου όριστικῶς εἰπόντος οῦτωςο Ὀτι πᾶς ἐξ
ὑμῶν ὃς οὐκ ἀποτάσσεται τοῖς ἑαυτοῦ ὑπάρχου-
σιν, οὐ δύναταί μου εἶναι μαθητής.
Σχόλιον τ’.
Τὸ μὲν οῦν προηγούμενόν ἐστιν, οὗ μάλιστα προσ-
ήκει τὸν ὅντως γυμνωθῆναι Χριστιανὸν, τὰ κατὰ κα·-
κίας πάθη, τὰ ποικίλα τε, καὶ διάφορα, δι’ ὧν uolti-
νεται ἡ ψυχή. Χρὴ δὲ κατὰ δεύτερον λόγον, καί τὴν
τῶν ὑπαρχόντων προσπάθειαν.
eam Ἱερεμίας δ’.
Ἀποταγὴν κατορθωθῆναι τὸν πρὸς τὸν ὑψηλὸν
ἀποϐλέποντα βίον· διότι πολὺν παρέχει πειρασμὸν
τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε, καὶ
ἐπι μέλεια.
Σχόλιον ἄλλο.
Πάσης σχέσεως ἀπόθεσις, καὶ καταφρόνησις μετά
C φρονήματος ταπεινοῦ, καὶ μετανοίας ειλικρινοῦς εύ-
εργετήματά ἐστι τῆς κατὰ τὴν ἔξοδον ἀνάγκης.
Σχόλιον ε’.
Ὠσπερ γὰρ νεκροῦται τῷ κόσμῳ ό τὰ ἰδιώματα
τοῦ κόσμου ὑπεκδραμὼν, οὕτω νεκροῦται τῇ ζωῇ ό
τὰ τῆς ζωῆς μὴ ποιῶν ἐντάλματα. Καὶ καθὼς διὰ
τὸ ἀκίνητον καὶ ἀνενέργητον γενέσθαι τὸ ζῶον, ,νε-
κρὸν εἶναι φαμεν, οὕτω καὶ διὰ τὸ μὴ ὲπακολουθεξν
τῇ ζωῇ, διὰ τῆς ἀπαρνήσεως τῶν θελημάτων, νεκρὸς
νοητὸς καὶ ἔστι καὶ λέγεται.
Σ χόλιον ς’.
’Υπάρχοντα πωλῆσαι καὶ δοῦναι πτωχοῖς, καὶ ἆραι
τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖν αὑτῷ ὁ Κύριος
διεκελεύσατο, δεικνύων ἡμῖν ὃτι τὸ κόψαι τὸ θέλημα,
τοῦτ’ ἐστι τὸ σωθῆναι. Ἀκούσας γὰρ περίλυπος ὲγέ-
νετο σφόδρα, καὶ ἀνεχώρησεν. Ἔμαθε γὰρ ὅτι οὐκ
ἔστι κόπος τὸ δοῦναι τὰ ἑαυτοῦ τοῖς πτωχοῖς, μία
ἀρετή ἐστι, καὶ ποιεῖ αὐτὴν ό ἄνθρωπος διὰ τοῦ βα-
στάσαι τὸν σταυρόν. ὐ δὲ σταυρὸς κατάργησίς ἐστι
πάσης ἁμαρτίας, καὶ τίκτει τὴν ἀγάπην, καὶ χωρὶς
ἀγάπης οὐδὲ σταυρός. Ἐκ τοῦ γὰρ κόπτειν τινὰ τὸ
θέλημα αὐτοῦ, κτᾶται τὴν ἁπροσπάθειαν, καὶ ’ὲκ
τῆς ἀπροσπαθείας ἔρχεται σὺν Θεῷ εἰς τὴν τελείαν
ἀπάθειαν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.