PG 89, col. 1145
ἐπ’ αὑτὴν τοῦ λόγου τὴν ἀρχὴν άναδράμωμεν · ὲκεῖ-
θεν ῶσπερ ἐκ τινος πηγῆς πρῶτον ζητοῦντες , τὸ,
τί δήποτε μὴ καθ’ ὁμοιότητα τῶν λοιπῶν λογικῶν,
ἦγουν τῶν ἀγγέλων, ἢ πάλιν κατ’ ἰσότητα τῶν ἐμ-
ψύχων ζώων ὁμοιοτρόπως τὰς προπατορικὰς καὶ
κορυφαίας ἡμῶν ὁ Θεὸς ὑποστάσεις, τοῦ Ἀδὰμ,
λέγω, καὶ τῆς Εὔας, καὶ τοῦ προελθόντος ἐξ αὑτῶν
υἱοῦ, πεποίηκεν· ἀλλὰ τὸν μὲν ’Λδάμ , ἀναιτίως
καὶ άγεννήτως ὑπέστησε · τὸν δὲ δεύτερον αὑτοῦ
ἄνθρωπον, τὸν υἱὸν, γεννητόν · τὴν δὲ Εῦαν , οὔτε
γεννητῶς, οὔτε πάλιν ἀναιτίως, ἀλλὰ ληπτῶς ἢτοι
ὲιιπορευτῶς, ὲκ τῆς οὐσίας τοῦ άναιτίου Ἀδάμ
ἐξελθοῦσαν ἀρρήτως οὑσίωσεν · καὶ μήπως ἄρα αἱ
τρεῖς αὗται τῶν προγόνων κεφαλαὶ, πάσης τῆς
ἀνθρωπότητος ὁμοούσιοι ὑποστάσεις, κατ’ εἰκόνα
τινὰ, ὡς καὶ Μεθοδίῳ δοκεῖ, τυπικῶς γέγοναν τῆς
ἁγίας καὶ όμοουσίου Τριάδος · τοῦ μὲν άναιτίου· καὶ
ἁγεννήτου Ἀδὰμ, τύπον καὶ εἰκόνα ἔχοντος , τοῦ
ἀναιτίου καὶ πάντων αἰτίου παντοκράτορος Θεοῦ
κλὶ Πατρός· τοῦ δὲ γεννητοῦ αὑτοῦ υίοῦ, εἰκόνα
προδιαγράιροντος τοῦ γεννητοῦ Υἰοῦ καὶ Λόγου τοῦ
Θεοῦ· τῆς δὲ ἐκπορευτῆς Εῦας , σημαινούσης τὴν
τοῦ ἁγίου Πνεύματος ἐκπορςυτὴν ὑπόστασιν. Διὸ
οὑδὲ ἐνεφύσησεν αὑτῇ ὁ Θεὸς πνοὴν ζωῆς, διὰ τὸ
τύπον αὐτὴν εἶναι τῆς τοῦ ἁγίου Πνεύματος πνοῆς
καὶ ζωῆς· καὶ διὰ τὸ μέλλειν αὐτὴν δι’ ἁγίου
Πνεύματος δέξασθαι Θεὸν , τὸν ὅντως ὄντα πάντων
πνοὴν καὶ ζωήν. Ὅθεν καὶ ἔστιν ἰδέσθαι καὶ θαυ-
μάσαι, ὅτι ὁ μὲν ἁγέννητος Ἀδὰμ, ἄλλον ἀγέννητον
ἢ ἀναίτιον ὲν ἀνθρώποις οὑκ ἔσχεν ὅμοιον ’ ῶσπερ
οῦδὲ ἡ ὲκπορευτὴ Εὑα· ὼς τύποι ἀληθεῖς ὑπαρ-
χοντες τοῦ ἀγεννήτου Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύ-
ματος · ό δὲ γεννητὸς Υἱὸς πάντας ἀνθρώπους, γεν-
νητοὺς υἱοὺς (ιντας, ἀδελφοὺς ὁμοίως ἔσχεν ὡς κατ’
εἰκόνα καὶ ὁμοίωσιν τυπικὴν ὑπάρχων Χριστοῦ τοῦ
γεννητοῦ Υίοῦ, ὃς ἐγένετο ἄνθρωπος , πρωτότοκος
ἄνευ σπορᾶς ὲν πολλοῖς ἀδελφοῖς. Εἰ δὲ μὴ οὕτω,
καὶ κατὰ τοῦτο τὸ κατ’ εἰκόνα ταῦτα, τί δή ποτε
μὴ τέσσαρες, δύο , ἦ πλείονες ὑποστάσεις τῶν προ-
πατόρων γέγοναν, παρηλλαγμένας ἔχουσαι τὰς ὑπο-
στατικάς αὐτῶν ἰδιότητας, λέγω δὴ τὸ ἀγέννητον
καὶτὸ γεννητὸν, καὶτὸ ὲκπορευτὺν, ἀλλὰ τρεῖς καὶ μόναςς Οὐκοῦν ἔχεις τὸ κατ’ εἰκόνα καὶ ὁμοίω-
σιν, τυπικὴν Τριάδα ἐν μονάδι , ὲν τρισὶν ὑποστάσεσιν.
Ἀκόλουθόν σε μαθεῖν καὶ μονάδα ὲν Τριάδι · πῶς
δὲ τοῦτο καλῶς διαγνῶναι δυνήσῃ , ἄκουσόν τινος
τῶν σοφῶν σοι παραινοῦντος, καὶ λέγοντος· Εἰ
βούλει γνῶναι Θεὸν , προλαϐὼν γνῶθι σαυτὸν, ἐκ
τῆς σαυτοῦ , φησὶ, κατασκευῆς, ὲκ τῆς σαυτοῦ συν-
Θὲσεως, ὲκ τῶν ἐντὸς ἑαυτοῦ· εἴσιθι ὑποδὺς ἐν
σαυτῷ· διάὸλεψον ὲν ἐσόπτρῳ τινὶ ὲν τῇ ψυχῇ ἐαυ-
τοῦ· διάκρινον τὴν ταύτης κατασκευὴν, καὶ ὄψῃ
σαυτὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ τυγχάνοντα.
’Λνώνυμός σου γὰρ καὶ ἄγνωστος, καὶ νοερὰ, καὶ
ἀθάνατος τῆς ψυχῆς ἡ οὐσία κατ’ εἰκόνα καὶ ὁμοίω-
σιν τυπικὴν τοῦ ἁνωνύμου καὶ ἁγνωρίστου καὶ ἀθα-
νάτου Θεοῦ καθέστηκεν· οὒτε γὰρ Θεοῦ, οὗτε φυγῆς