PG 89, col. 1149

οὕτω καὶ ή ψυχὴ ἡ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ
ὸοράτου Θεοῦ Λόγου ὑπάρχουσα, ἐνεργεῖ μὲν καὶ
ᾁυχανδρικῶς, τουτέστι σωματοψύχως, εἰς τύπον τοῦ
θεανδρικῶς Χριστοῦ. Ἐνεργεῖ δὲ καί ψυχικῶς μόνον
πλεῖστα τινα , μὴ συνεργοῦντος αὐτῇ τοῦ οἰκείου
σώματος , εἰς τύπον τοῦ ἀοράτου Θεοῦ Λόγου, τοῦ
πολλὰ ἀοράτως ἐνεργήσαντος καὶ ἐνεργοῦντος ἐν ού-
ρανῷ καὶ ἐπὶ γῆς, διὰ τῆς ἀπεριγράπτου αὑτοῦ καὶ
πατκοσμίου θεῖκῆς ἐνεργείας. 'll οὖν ἀγάπη ἡ περί ’
9:?” κατά ψυχικὴν καὶ μόνην ἐπιτελεῖται ἐνέργειαν,
θ’) χρῄζουσα ἐν τούτῳ τῆς συνεργείας τοῦ σώματος·
ὁμοίως καὶ ἡ πίστις, ψυχικῆς καὶ¹ μόνης ἐνεργείας
ἐστὶν ἔνδειξις· ὡσαύτως καὶ ἡ ἐλπὶς,
γικὴν καὶ μόνην ἐπιτελεῖται ἐνέργειαν· ῶσπερ καὶ
ταπεινοφροσύνη, δι’ ἐνεργείας ψυχῆς ἐνεργεῖται
καὶ ὑφίσταται· καὶ περιληπτικῶς εἰπεῖν, πᾶσαι
αἰ ἀναγκαῖαι καὶ πνευματικαὶ ἀρεταὶ ὧν ῥίζα
καὶ θεμέλιός ἐστιν ἡ καθαρότης τῆς καρδίας , κατά
τὴν νοερᾶν καὶ μόνην τῆς λογικῆς ἡμῶν ψυχῆς
ἐνέργειαν ἐπιτελοῦνται, ού χρῄζουσαι τοῦ σώματος
εἰς τὴν ἑαυτῶν ἐκπλήρωσιν. Ὅθεν καὶ οἰ πηροὶ καὶ
ἀσθενεῖς , καὶ ἀκίνητοι ὄντες τῇ σαρκὶ , δύνανται
διὰ τῶν τοιούτων ἀρετῶν τῇ κατᾶ ψυχὴν ἐνεργείᾳ
εὐαρεστῆσαι τῷ Θεῷ. Καὶ ἐν τῷ ὕπνῳ δὲ μάλιστα
τῷ καθ’ ἡμᾶς δείκνυται τὸ διττὸν τῆς καθ’ ἡμᾶς
ἐνεργείας· τοῦ γὰρ σώματος ὥσπερ νενεκρωμένας
καὶ σχεδὸν ἀνενεργήτους τὰς αἰσθήσεις ἔχοντος , ὴ
νοε ρὰ καί⁵ λογικὴ τῆς ψυχῆς ἐνέργεια , ἀκοίμητός τε
καὶ ἀσίγητος τὰ πάντα περιπολεῖ. Ἐπεὶ, πῶς καὶ
χωριζομένη τοῦ σώματος ἐν τῷ θανάτῳ, συνίσταται ἡ
ὶογικὴ ψυχὴ, εί μὴ διὰ τῆς νοερᾶς αὐτῆς, καὶ ζωτι-
κῆςρκαὶ ἀειζώου ἐνεργείας ; Πᾶσα μὲν ἡ θεόπνευστος
Γραφὴ , καὶ εύαγγελικαὶ καὶ ἀποστολικαὶ διδασκα-
λίαι, ἐν οὐρανοῖς λέγουσιν εἶναι τὸν τὰ πάντα ιπλη-
ροῦντα Θεόν· διὸ κάκεῖθεν καταῆεόηκέναι τὸν Θεὸν
Λόγον ἐγνώκαμεν, καὶ ἐν οὐρανοῖς πᾶλιν μετά σαρκὸς
ἀναϐεϐηκέναι πιστεύομεν. Οὐκοῦν εἰ ἀνω ἐστὶ τὸ
θεῖον φῶς, ὁ Πατὴρ ἡμῶν ό ἐν τοῖς οὐρανοῖς, καὶ ἀνω ὀ Θεὸς Λόγος τὸ ἐκ τοῦ φωτὸς φῶς , καὶ ἀνω ἐν ὑψί-
στοις τὸ Πνεῦμα τὸ ἀγιον, ἴσως κατ’ εἰκόνα ταύτης τῆς ὑψίστου ἁγίας Τ ριάδος ἐν τοῖς ὑψηλοτέροις ὅλον
τοῦ σώματος ἔχομεν τὸ φῶς, καὶ τὸν λόγον, καὶτὸ πνεῦμα τῶν ρινῶν, πλησιόχωρά τε καὶ ἐν τῷ ἅμα
ἐν τῇ ἡμετέρᾳ κεφαλῇ τυγχάνοντα, κάκεῖθεν ὡς ἐξ ούρανοῦ τινος ὑψηλοῦ, τὸν κόσμον τοῦ σώματος
διοικοῦντα καὶ φωτίζοντα τοῦτο τὸ τριαδικὸν πλήρωμα.
π-ᾎ-*ω
Accedit Anastasii presbyteri Sinaita: , qni srecnlo vixitivn, sermo 5 in quo declarat, quare _duos.scr-
mones in illud dictum, Διί imaginem conscripserit; ostenditque qua de causa, atque unde initium dure:
rit tle operatimtihus atque voluntatibus in C'ltristo'dispatatio :_ deindeivero proponit, quinam recte vel
secus haec in Christo docuerint. Erudita: antiquitatis studiosos latere minitnc'arbitramur Anastasiuut Si-
(ι) Operam Cbrysosu tom. Xlll, p. l85.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.