PG 89, col. 1225

παραδόξως νικώμενοις Καὶ εί ἄρα νοῦν καὶ φρόνη-
σιν εἴχετε, ἢρκει ὑμῖν καὶ πᾶσι τοῦτο τὸ σημεῖον
εἰς τὸ δεῖξαι καὶ πεῖσαι ὑμᾶς. δτι ἡπίστις καὶ ὁ
σταυρὸς τοῦ Χριστοῦ εἰς αἰῶνας πάντοτε βασιλεύει.
Πόσοι τὴν πίστιν ἡμῶν καὶ τὴν Ἐκκλησίαν κατα-
λῦσαι ἐδοκίμασαν καὶ οὐκ ἴσχυσαν, ἀλλ’ αὐτοὶ μὲν
παρῆλθον, ὁ δὲ θεμέλιος τῆς Ἑκκλησίας καὶ ή πίε-
στις ἵσταται ἀσᾶλευτος διὰ Χριστὸν τὸν οὕτως ὁρί-
σαντα, ὅτι ι Πύλαι ᾆδον ού κατισχύσουσιν αὐτὴν. ι
Ποῦ ἐστιν ὁ Διοκλητιανός; ποῦ ἐστιν ὁ Νερων;
ποῦ ὁ ούεσπασιανός; ποῦ Ἡρώδης ποῦ ὁ Μαξι-
μιανὸς, καὶ πάντες οῖ τοὺς Χριστοῦ μάρτυρας
ἀποκτείναντες, τὴν δὲ πίστιν ἡμῶν μὴ παύσαντες Β
μηδὲ κλείσαντες; Αύτοὶ δὲ ἀπώλοντο καὶ διελύ-
θησαν. ὐ δὲ Χριστὸς οὑκ ἐψεύσατο ἡμῖν εἰπὼν, ὅτι
ι Ἐσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ι
Καὶ πάλιν, ὃτι ι Ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἀχθήσε-
σθε ἕνεκεν ἐμοῦ. ι Ἓν οὖν ἐπιλέξασθεο ἢ μισεῖτε
ἡμᾶς, ὅντως δεικνύετε Χριστὸν ἀληθεύοντα εἰπόντα
ἡμῖν, ὅτι ι Ἰσζσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ
ὄνομα μου. ι Ού μόνον δὲ 10610, ἀλλὰ καὶ ἄλλα πολλὰ
εἶπεν, ἅτινα καθ’ ἡμέραν θεωροῦμεν γινόμενα, καὶ
ἐπὶ πλεῖον αὑτὸν ὠς Θεὸν προσκυνοῦμεν. Eine, κηο
ρυχθήσεται τὸ Εὐαγγέλιον αὑτοῦ ὲν ὅλῳ τῷ κόσμῳο
εἶπεν* Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον είς τὸν ναὸν
ὑμῶν ο εἶπεν, ὅτι ι '0 μὴ ἀφιεὶς πατέρα καὶ ἀδελ-
φοὺς καὶ ἀδελφὰς, οὐ δύναται ἀκολουθῆσαί μοι. ι
Εἶπεν ἡμῖν περὶ ὲλεημοσύνης κρυπτῶς αὐτὴν ποιεῖν’
εἶπεν ἡμῖν · ι Βαπτίζεσθε εἰς τὸ ὄνομα τοῦ Πατρὸς,
καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. ι Εἶπεν
ἡμῖν - ι Μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς
συντελείας τοῦ αίῶνος. ι Τίς οὖν ἐστιν ὁ δυνάμενος
ἐλέγξαι αὐτὸν, ὅτι ἐψεύσατο ταῦτα εἰπόντα τὸν Χρι-
στόν; Οὐδεὶς πάντως· ἀλλὰ πάντα γεγόνασιν, ὡς
προείπομενριαὶ γίνονται. Ἀρα ούκ ἔπεσεν ὁ ναὸς
ὑμῶν καὶ tuin; ἆρα οὐκ ἐκηρύχθη τὺ Εὐαγγέλιον
αὐτοῦ ὲν ὅλῳ τῷ κόσμῳ ; ἄρα οὐ μισούμεθα οἱ Χρι-
στιανοὶ ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομα αὐτοῦς
ἆρα οὐ θεωροῦμεν μυρὶους ἀφιέντας πατέρας, καὶ
μητέρας, καὶ ἀκολουθοῦντας τῷ Χριστῷ; ἆρα οὐ βλέ-
πομεν ἢ ού νοοῦμεν ὅτι μεθ’ ἡμῶν ἐστιν ὁ Χριστὸς
πάσας τὰς ἠμέ ρας ἓωςτῆς συντελείας τοῦ αἰῶνος, μὴ υ
συγχωρῶν καταργηθῆναι τὴν πίστιν ἡμῶν; Τίς οὖν
βλέπων τὰ τοιαῦτα καὶ τὰ τοσαῦτα αὐτοῦ ῥήματα καὶ
πράγματα, ἅπερ πρὸ χρόνων ὀκτακοσίων ἦ καὶ ἐπ-
έκεινα προεῖπεν, σήμερον καὶ καθ’ ἡμέραν γινόμενα
καὶ λάμποντα, δύναται ἀπιστῆσαι ἢ σκανδαλισθῆναι
είς αὐτόν; μὴ γένοιτο. Ὥστε τῷ βουλομένῳ ἐντεῦ-
θεν ἐστι μαθεῖν, ὅτι οὐχ ὑπάρχει ἑτέρα πίστις εὑ-
σεὸεστέρα ἐπὶ τῆς γῆς, ἀλλ’ἢ μόνη ἠ είς Χριστόν.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος. ’Δμήν.
⁸⁸ Matth. XVI, 18. ⁸⁷ Matth. ι, 2‘2.
Ριτιιοι.. Cn. υςκχιχ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.