PG 90, col. 144

τούμενος λόγους. Οὐδεὶς γὰρ μόνηῃ προσανέχων τῇ
σωματικῇ τοῦ νόμου λατρείᾳ, φυσικὸν τὸ παράπαν
δύνα.τʼ ἂν παραδέξασθαι νόγον ἢ λογισμόν· ὅτε
μηδὲ πέφυκε ταυτὸν εἶναι τῇ φύσει τὰ σύμβολα. Εt
δὲ ταυτὸν υὐκ ἔστι τῇ φύσει τὰ σύμβολα, κατὰ φύσιν
ὁρᾷν τῶν ὄντωντὴν γέννησιν οὐδέποτε δύναται σαφῶς,
ὁ τοῖς τοῦ νόμου συμβόλοις ὡς πρωτοτύπποις προστε-
τηκώς· καὶ δια τοῦτο παραλόγως τοὺς κατὰ φύσιν
ἀποπέμπεται λόγους· μὴ λογιζόμενος (12), ὅτι χρὴ
περιποιεῖσθαι τοὺς ὑπὸ Ἰησοῦ διασωθέντας, ὑπὲρ ὧν
καὶ πρὸς τοὺς ἐπαναστάντας αὐτοῖς πέντε βασιλεῖς,
τὸν φοβερὸν ἐκεῖνον συνεκρότησε πόλεμον· ἐν ᾧ καὶ
οὐρανὸς αὐτὸς κατὰ τῶν ἐπαναστάντων τοῖς α-
βαωνίταις διὰ λίθων χαλάζης τῷ Ἰησοῦ συνεμάχησεæ
οὕς κατέστηκε ξυλοφόρους καὶ ὑδροφόρους τῆς θείας
σκηνῆς(13),τουτέστι,τῆς διὰτῆςσκηνῆς προδιατυπω-
θείσης ἀγίας Ἐκκλησίας, ὁσαρκωθεὶς Λόγος. Οὗτος
γὰρ,οὗτόςἐστινΠησοῦςὁ ἀποκτείναςτοὺςκατ αἴσθηιν
αὐτοῖς ἐπανισταμένους ἐμπαθεῖς τρόπους καὶ λογι-
σμούς. Ἀεὶ γὰρ τοὺς κατὰ φυσικὴν θεωρίαν λόγους,
ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς περιποιεῖται, προκαθι-
στῶν αὐτοῦ τῆς θείας τῶν μυστηρίων σκηνῆς ξυλο-
φόρους καὶ ὑδροφόρους· οἶα δὴ τῆς ἐξαπτικῆς τοῦ
φωτισμοῦ θείας γνώσεως ὕλης, καὶ τῆς ῥυπτικῆς
τῶν παθῶν καθάρσεως, καὶ τῆς ἐν πνεύματι ξωτικῆς
διαδόσεως ἀφορμῆς χορηγός. θυσικῆς γὰρ θεωρίας
χωρὶς, ἐν οὐδενὶ κατʼ οὐδένα τρόπον οὐδαμῶς
συντηρεῖσθαι πέφυκε τῶν μυστηρίων ἡ δύναμις.
Εἰ δὲ καὶ τὴν Ἐθνικὴν μοῖραν δηλοῦσιν οἱ Ταβαω-
νῖται 14), προσχωροῦσαν τῷ κληροδότῃ τῶν θείων
ἐπαγγελιῶν Ἰησοῦ καὶ σωζομένην· διδασκομένην
τε ξυλοφορεῖν καὶ ὑδροφορεῖν· τουτέστι, τὸν περὶ
σταυροῦ καὶ τῆς διʼ ὕδατος θείας ἀναγεννήσεως μυ-
στικὸν καὶ σωτήριον λόγον πρακτικῶς τοῖς ὡμοις
τῶν ἀρετῶν περιφέρειν, καὶ χορηγεῖν τῇ θείᾳ κι-
βωτῷ τῆς εὐσεβοῦς πίστεως, ξύλων δίκην, διὰ μὲν
τῆς πρακτικῆς, τῶν ἐπὶ γῆς μελῶν τὴν νέκρωσιν·
διὰ θεωρίας δὲ, καθάπερ ὕδωρ τὴν ἐπιῤῥοὴν τῆς ἐν
πνεύματι γνώσεως, οὐκ ἄτοπον, οὐδὲ τῆς εὐσεβείας
ἀλλότριον.
Εἴτε γοῦν τοὺς κατὰ τὴν φυσικην θεωρίαν λόγους,
εἴτε τὴν σωζομένην διὰ πίστεως μερίδα τῶν ἐθ-
νῶν προτυποῦσιν οἱ αβαωνῖται, τὸν Ἰουδαῖκῶς ζῇν
κατὰ τὸν ἐν μόνῳ τῷ γράμματι νόμον προῃρημά-
νον, ἔχουσιν ἐχθρὸν, καὶ τοῦ σωζομένου πολέμιον. Ὁ
γὰρ Θεὸν τὴν κοιλίαν ἡγούμενος, καὶ ὡς ἐπὶ δόβῃῃ
τῇ αἰσχύνῃ καλλωπιζόμενος, μόνων οἶδεν ὡς θείων
ἀνέχεσθαι διὰ σπουδῆς τῶν παθῶν τῆς ἀτιμίας· καὶ
διὰ τοῦτο μόνα περιέπει τὰ χρονικά· τουτέστι, τὴν
ὕλην καὶ τὸ εἶδος (15), καὶ τὴν κατὰ παρέχρησιν
πενταπλῆν ἐνέργειαν τῶν αἰσθήσεων. Τὰ μὲν ὡς ε-
σφᾶς τῆς παλλακῆς τέκνα· τὰ δὲ, ὡς γῆς ἀτίμου
θυγατρὸς ἔκγονα Μερώβ. Τῇ γὰρ ὕλῃ καὶ τῷ εἰδει
συμπλακεῖσα κατὰ μίξιν ἡ αἴσθησις, ἀποτελεῖν μὲν
πάθος· ἀποκτενεῖν δὲ καὶ συντελεῖν τοὺς κατὰ φύσιν
Josue α, 3 seqq. ⁵⁶ Josue α, 5 seqq. Josue α 2, s Coloss. m, 5. s Philipp. m, 19.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.