PG 91, col. 681

σίαν, τὴν ψυχὴν ’⁸, καὶ ἡ ψυχὴ πρὸς τὸν, Θεδν γε-
νήσεται · ὦ πῶς σε ⁸⁹⁶³⁰. Χριστὲ, θαυμάσιε) τῆς ἀγα-
θότητος, οὐ γὰρ ἁνυμνῆσαι φάναι τολμήσω, ὁ μήτε .
πρὸς τὸ θαυμάζειν ἀξίως ἀρκοῦσαν ἔχων τὴν δύνα-
μιν· Ἔσονται γὰρ οἱ δύο εἷς σάρκα μίαν· τὸ δὲ
μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εις
Χριστδν καί εἰς τὴν Ἐκκλησίαν, φησὶν ό θεῖος
Ἀπόστολος. Καὶ⁴ πάλιν· '0 κολλώμενος τῷ Κιιοίῳ,
ἔικ- πινεῦμά ἐστι .
exsistam: Erunt enim duo in carne una. Sacrameutum hoc magnum est ; ego autem dico in Christo, et
in Ecclesia, inquit divinus Apostolus °. Et iterum : Qui adhaeret Deo, unus spirit-us est r.
Οὖτω γοῦν ἐνοειδῆ γενομένην ψυχὴν, καὶ πρὸς
ἐαυτὴν καὶ τδν Θεὸν συναχθεῖσαν, οὐκ ἔσται ό είς
πολλὰ κατ’ ἐπίνοιαν αὐτὴν ἔτι διαιρῶν λόγος, τῷ
πρώτῳ καὶ μόνῳ καὶ ἑνὶ Λόγῳ τε καὶ Θεῷ κατ-
- εστεμμένην τὴν κεφαλήνο ὲν ᾧ κατὰ μίαν ἀπερινόη- “
τον ἁπλότητα πάντες oi. τῶν ὄντων λόγοι ὲνοειδῶς
καὶ εἰσὶ καὶ ὑφεστήκασιν, ὡς δημιουργῷ τῶν ὄντων
καὶ ποιητῇ· ᾧ ενατενίζουσα, οὐκ ἐκτὸς αὐτῆς
δντι, ἀλλ’ ὲν ’ὅλῃ ὅλῳ, κατὰ ἁπλῆν προσϐολὴν
εἴσεται καὶ αὐτὴ τοὺς τῶν ὅντων λόγους καὶ τὰς
αίτίας, δι’ οὓς τυχὸν πρὶν νυμφευθῆναι τῷ ’Λόγῳ καὶ
Θεῷ ταῖς διαιρετικαῑς ὑπήγετο μεθόδοις· σωστικῶς
τε δι’ αὐτῶνκαὶ ὲναρμονίως πρὸς αὐτὸν φερομένη,
τὸν παντὸς λόγου atati. πάσης αἰτίας περιεκτικόν τε
καὶ ποιητήν.
Ἐπειδὴ ταῦτα τοίνυν τῆς ψυχῆς εἰσιν, ὡς ἔφα-
’ μεν, κατὰ νοῦν μὲν ἐχούσης δυνάμει τὴν σοφίαν, ἐκ
δὲ τῆς σοφίας τὴν θεωρίαν, ὲκ δὲ ταύτης τὴν γνῶ-
σιν· ἐκ δὲ τῆς γνώσεως τὴν ἄληστον γνῶσιν · δι’ ἧς
’πρὸς τὴν ἀλήθειαν ὡς πέρας καὶ τέλος οὖσαν τῶν
κατὰ νοῦν ἀγαθῶν ἄγεται · κατὰ δὲ τὸν λόγον ὲχού- -
σης τὴν φρόνησιν, ἐκ δὲ ταύτης τὴν πρᾶξιν, ὲκ δὲ
τῆς πράξεως τὴν ἀρετὴν, ὲκ δὲ ταύτης τὴν πίστιν ,
καθ’ ἢν εἰς τὸ ἀγαθὸν ὡς τέλος μκᾶριον τῶν λογι-
κῶν ἒνεργιῶν Ξιαταλήγει · ·δι’ ὧν ἡ τῶν θείων ὲπι-
στήμη, κατὰ σύνοδον τῆς πρὸς ἄλληλα τούτων ὲνὼ-
σεως, συλλέγεται ο πρὸς ταῦτα πάντα σαφῶς ἁρμὸν
(erat, κατὰ τὴν θεωρίαν εἰκαζομένη τῇ ψυχῇ ἡ ἁγία,
τοῦ Θεοῦ Ἐκκλησίαο. τὰ μὲν κατᾶ νοῦν πάντα καὶ
ἐκ τοῦ νοῦ κατὰ πρόοδον εἶναι δειχθέντα, διὰ τοῦ
ἱερατείου σημαίνουσα ⁸ τὰ δὲ κατὰ τὸν λόγον καὶ ὲκ
τοῦ λόγου κατὰ ¹διαστολὴν εἶναι δηλωθέντα, διὰ τοῦ
ναοῦ σαφηνίζουσα· καὶ πάντα συνάγουσα πρὸς τὸ
τελούμενον ἐπὶ τοῦθείου θυσιαστηρίου μυστήριονο
ὅπερ διὰ τῶν κατὰ τὴν Ἐκκλησίαν ἐπιτελουμένων 6
δυνηθεὶς ἐμφρόνως. καὶ σοφῶς μυηθῆναι, Ἐκκλη-
σίαν ὅντως Θεοῦ, καὶ, θείαν τὴν ἑαυτοῦ ψυχὴν κατ-
εστήσατοο δι’ ἢν ίσως, καὶ ἦς ἡχειροποίητος ὲκο
πλησία σοφῶς διὰ τῆς ὲν αὐτῇ τῶν θείων ποικιλίας
⁸ Ephes. ν, 32. , Pl Cor. vr, 17..
⁵⁸ Fr. ἰκκλησίαν ψυχήν.¹⁹³⁰ γραφ. καὶ σοῦ.
Paxaea. Gn; XCI.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.