PG 92, col. 1344

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα.
Χαῖρε, σεπτοῦ μυστηρίου θύρα..
Χαῖρε, τῶν ἀπίστων ἀμφίϐολον ἄκουσμα.
Χαῖρε τῶν πιστῶν ἀναμφίόολον καύχημα.
Χαῖρε, ὕχημα πανάγίον τοῦ ἐπὶτῶν Χερουείμ.
Χαῖρε, οῐκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίρ.
Χαῖρε, ἠ τάναντία είς ταότὺ ἀγαγοῦσα.
Χαῖρε, ὴ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι’ ἦς ἐλύθη παράϐασις.
Χαῖρε, δι’ ἦς ἠνοίχθη παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας.
Χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, νύμφη ἀνύ μφευτε.
Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα. τῆς σῆς
ὲνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ. ὡς Θεὸς,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν atrati:-
άγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως’
Ἀλληλούῖα.
Ῥήτορας πολυφθόγγους, ὡς ίχθύας ἀφώνους, ἐμὲ·
μεν ἐπὶ σοὶ, Θεοτόκε ’ ἀποροῦσι γὰρ λέγειν τὺ min.
καὶ παρθένος μένεις, καὶ τεκεῖν ίσχυσας· ἡμεῖςᾶ
τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν ·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον.
Χαῖρε, προνοίας αὑτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα.
Χαῖρε, τεκνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν ol. δεινοὶ συζητε-
κοί.
Χαῖρε, ὅτι ἐμαράνθησαν οῖ τῶν μύθων ποιηταί.
Χαῖρε,τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσι. ⁸
Χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ιξέλκουσα.
- Χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι.
Χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, νύμφη ἀνύμφευτε.
D
Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ.
πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ⁹ ποιμὴν ὕπο
άρχων, ὡς Θεὸς, δι’ ἡμᾶς ὲφάνη καθ’ ἡμᾶς ἀνθρω-
πος ο ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὲτς
ἀκούει ⁶
Ἀλληλούῖα.
Τεῖχος εἴ τῶν παρθένων, Θεοτόκε Παρθένε, κεῖ
πάντων τῶν είς σὲ προστρεχόντων’ οὗ γὰρ τεῦ
ούρανοῦ καὶ τῆς γῆς κατεσκεύασε σε notati;
ἀχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας εει
προσφωνεῖν διδάξαςο
Χαῖρε, ἡ στήλη τῆς παρθενίας.
Χαῖρε, ὴ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἁρχηγὲ νοητῆς ἀναπλάσεως.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.