PG 93, col. 1185

πονηρίας ἀποτρέπει. προτρέπει δὲ πρὸς εὐσέϐειαν.
ΨΔΛΜΟΣ lE’.
ι Κύριός μου εἴ σύ. ι
Ὁρᾷς τῆς Ἐκκλησίας τὴν εὐγνωμοσύνην.”ομοῢ
γὰρ καὶ τὴν ἑαυτῆς πτωχείαν, καὶ τοῦ νυμφίου τὸν
πλοῦτον ὡμολόγησεν. Εἶπα, φησι, τῷ Κιφίῳ, τουτ-
έστι τῷ Χριστιῖι, Κύριός μου εἴ σύ. Οὐκ εἷ, φησὶ,
ψιλὸς ἄνθρωπος, ἀλλὰ Κύριος, ἐπειδὴ δούλην εἰς γά-
μου κοινωνίαν, καὶ τὴν ἀπόϐλητον ἔλαϐες.
ι Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ πο-
τηρίου μου. i
κληρονομίας φησὶ, τουτέστι τοῦ μυστηρίου ιιτού⁸
του. κληρονομίαν γὰρ ὲν τῷ αἰῶνι τούτῳ ἡ Ἐκκλη-
σία οὺ κέκτηται, πλὴν μόνον τὸν Θεόν.”οστις αὐτῇ
τὸν κλῆρον εὐπρεπίζει τὸν μέλλοντα, διὰ. τοῦτο εἰκό-
τως ὁ στίχος ὁ ἑπόμενος πρόσκειται· ι Σὺ el ἀπο-
καθιστῶν τὴν κληρονομίαν. ι
ι Εὑλογήσω τὸν Κύριον. ι
Εὐλογεί τδν Θεὸν ἡ Ἐκκλησία. ὡς παρ’ αὑτοῦ δε.
ξαμένη τῶν μυστηρίων τὴν σύνεσιν, καὶ τὴν πλάνην
τῶν Ἰουδαίων ὲκιλίνασα.
ι Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαν-
τός. ι
Θεωρεῖς Υἱοῦ καὶ [ἰατρὸς δμοτιμίανς Ποτὲ μὲν γὰρ
ὁ Tib; ἑστάναι ἐκ δεξιῶν, ἢ καθῆσθαι λέγεται · νῦν
δὲ τῷ [lat-pi τὸν δεξιὸν τόπον ἀπονέμει ” ἵνα μάθῃς
μίαν εἷναι τοῦ Γεννηθέντος καὶ τοῦ Γεννήσαντος δύ-
ναμιν, sint νῦν ταπεινὰ διὰ τὴν σάρκα φθέγγεται.
ΨΑΛΜΟΣ tq’.
ι Θαυμάστωσον τὰ ἀλέη σου , ὀ σώζων τοὺς ἑλπί-
ζοντας ἐπὶ σέ. ι
Ποῖα διαδήματα καταρτισοῆναι ὲν ταῖς τρίϐοις τοῦ
Θεοῦ, ποῖα δὲ’μὴ σαλευθῆναι ὁ Προφήτης εὖχεται;
Διαόήματα πρῶτα τά τῆς ψυχῆς κινήματα κεκτή-
μεθα, καὶ ταῦτα καταρτισθῆναι , τουτέστι βεϐαιω-
θῆναι,ἐγ ταῖς τρίσοις τοῦ Θεοῦ, ὲν τοῖς προστάγμασι
τοῖς asini; δηλονότι προσεύχεται. Τούτων γὰρ καταρ-
τιςοέντων, οὐδὲ τὰ ἄλλα. ἡμῶν διαδήματα, τουτέστιν
αι πράξεις, σαλεύονται · ἁμαρτία γὰρ αὐτὰ μοχλεῦ-
σαι οὐ δύναται.
ι Οἱ ὲχοροι μου τὴν ψυχήν μου. ι
Κυκλοῦσι γὰρ τὴν ψυχὴν ἡμῶν οι δαίμονες, καὶ,
θηρίων δίκην. ἕκαστος προσλαμϐάνει παγιδεῦσαι βου-
λόμενος. Στέαρ δὲ τῶν δαιμόνων. καὶ τροφὴ λιπαρὰ,
οἱ ἁμαρτάνοντες, οὒς ταῖς ἡδοναῖς ἀπολαύοντας, ὥστε
μηκέτι διαφυγεῖν, συγκλείουσι. Ποίαν δὲ ὑπερηφαο
νίαν; Τὴν ἀποστασίαν τὴν ἀπὸ τοῦ Θεοῦ, τὴν ἀπι-
στίαν τοῦ μέλλοντος , τῆς κρίσεως τὴν ἀθέτησιν.
Ταῦτα γὰρ οἱ θέμενοι ἁμαρτεῖν, τοὺς ἀπατωμένους
προτρέπονται.
. ι Ἀνάστηθι, Κύριε. ι
Ῥομφαιαν καλεῖ τοῦ Θεοῦ τὸ δίκαιον, μαχαίρας
δίκην ὅλας ,τὰς τῶν δαιμόνων παρατάξεις ἐκτέ-
μνοντα.
ι Ἐχορτάσθησαν υἱῶν. ι

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.