PG 93, col. 1556

κυνήσει τῶν ἁγίων τόπων τοὺς ὀφθαλμοὺς ἀπολαϐεῖν.
Ὡς οῦν χειραγωγουμένη ὑπὸ Ιτοῦ ίδίου τέκνου συν-
ῆγεν τὸν χοῦν τῆς γῆς, καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς
ἐσκέπτετο καταπλάσασθαιτοῦτον, ἴσως εν αὐτῷ εὑ-
ρίσκειν προσδοκῶσα τοῦ φωτὸς κολλύριον πρὸς τδ
ἀναϐλέψαι, ἀθρόον ἐπῆλθεν νόσος τῷ μονογενεί αὺ-
τῆς υἱῷ, καὶ ἀφήρπασεν αὑτὸν ὲκ τῶν μητρικών
χειρῶν. Τότε διπλοῦν αὐτῇ τὸ σκότος τῶν ὀφθαλμῶν
ἐπῆλθεν , καλ¹ τελείως ἁπεσὸέννυτο τῷ δριμυτατῳ
πάθει τῆς συμφορᾶς· ἡ δὲ οἰκτρὰς φωνὰς βοῶσα,
πρὸς τὸν Θεὸν ἔλεγεν ν Ἕως πότε, Κύριε, ἐπιλήσῃ
μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τδ πρόσωπόν
σου ἁπ’ὲμοῦ; ἕως τίνος θήσομαι βουλὰς ὲν ψυχῇ
μου, ὀδύνας ὲν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Ἐπί‹
ϐλεψον, είσάκουσον, ἐλέησόν με, Κύριε ὁ Θεός μου, καὶ
φώτισον τοὺς ὀφθαλμούς μου , μή ποτε ὑπὸ τῆς πε-
ρισσοτέρας λύπης καὶ ὀδύνης καταποθῶ εἰς θάνατον.
Κύριε, μὴ μόνη ἐγὼ ἐπὶ τῆς γῆς ἁμαρτωλὸς τυγ-
χάνω , ὃτι τὰς δίκας ταύτας δρυμυτάτας εἰσπραττο-
μαι; Δέσποτα,’μὴ χείρων εἰμὶ τῆς πόρνης, ἢν προσ-
ιγ’. Ὠς δὲ ἦν ἐν πολλῇ θλίψει καὶ ἀπαραμυθήτῳ
πένθει, φαίνεται αὐτῇ ,καθ’ ὕπνον ὁ μακάριος Λογγῖ-
νος, καὶ πάντα αὐτῇ τὰ καθ’ ἑαυτὸν διηγήσατο. Ἐγώ
εἰμι, λέγων, Λογγῖνος ὁ Ἑκατόνταρχος, ὁ ὁμολογή-
σας ἐπὶ τοῦ σταυροῦ τὸν Κύριον ήμῶν Ἰησοῦν Χρι-
στέιν, ὅτι ἀληθῶς θεοῦ νιος ἐστιν οὖτος⁵ ὅθεν ἀποι
καλύπτου σοι, ὃτι Πιλάτος κατ’ ἐμοῦ ψευδῆ δημηγο--
ρήσας ὲρεθίζει τὸν Καίσαρα, καὶ ἀποτέμνει μου τὴν
κεφαλὴν, καὶ ἐνταῦθα κομίζει, καὶ ῥίπτει ἔξω τῆς
πόλεως, Ἰουδαίων δὲ παῖδες (8) χρημάτων ὠνῇ καὶ
τοῦτο συνεφώνησαν. Κόπρος τοίνυν πλείστη αὺτῇ
σεσώρευται, ὥστε σοι ἔδει φυλαχθῆναι τὸν κλῆρον
τοῦτον πρὸς ἰατρείαν · ἅμα γὰρ αὐτὴν ἁνακαλύψεις,
τοὺς ὀφθαλμούς σου ἀπολήψει, εἷθ’ οὕτως παραστήσω
σοι καὶ τὸν παῖδα ζῶντα μετὰ δόξης, ὅτι σου τὸ πέν-
θος οὐ μετρίως παρακαλέσει.
ιδ’. Τούτοις οὖν τοῖς λόγοις παρακληθεῖσα ή γυνὴ,
ὁμοῦ καὶ νευρωοεῑσα ὡς ἀνδρεία καὶ πιστὴ, πρὸς τὸ
ἔργον ἠπείγετο, χειραγωγήθεῖσα πρὸς τὸν χῶρον, ὲν
ᾧ κόπρον σωρευοῆναι ἐμάνθανεν παρὰ τῶν αὐτὴν
ὁδηγούντων , καὶ αὐτῶν πιστῶν όντων · ἤδη δὲ φθαο
σάντων εἰς τὸν προκείμενον τόπον, ἄρχεται ὀρύσσειν
ταῖς ἰδίαις χερσίν· ὅθεν προνοίᾳ Θεοῦ τάχιον εὑροῦσα
τὴν τιμίαν τῷ Θεῷ κεφαλὴν , παραχρῆμα τὰς ἡλια-
κὰς ἀκτῖνας ἐθεάσατο, Περιπτυξαμὲνη δὲ καὶ πλύ-
νασα μετὰ πάσης σπουδῆς, καὶ μύροις ἑντίμοις ἐπ-
αλεῖψασα, ἐπανέρχεται ἐπὶ τὴν πόλιν⁹ φέρουσα τὸν
τίμιον καὶ ἄσυλον μαργαρίτην , ἔνθα ἐξενίζετο. Καὶ
δὴ τῇ ἐπιούσῃ νυκτὶ πάλιν ἐπιστὰς αὐτῇ ό μακάριος
ιτρῶν παῖδες ,
medici sunt, γραςέων παῖδες. Pi-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.