PG 93, col. 1569

περιτομήν ὀτε ἐπλήσθησαν αι ἡμέραι τοῦ καθα-
ρισμοῦ αὐτ-,ῶν κατὰ τὸνς νόμον Μωῦσέως ’ καθα-
ρισμοῦ δηλονότι, τῆς τε Μαριὰμ. καὶ τοῦ βρέφουςσ
καὶτοῦ προσδοκωμένου εἶναι πατρόςο λέγω δὴ τοῦ
Ἰωσήφ. Ἀλλ’ ἐκπληττόμενος ἐπὶ τοῖς ρηθεῐσιν, πρὸς
τὸν θεσπέσιον εὐαγγελιστὴν εἴποιμι ἄν · τί λέγεις, ὦ
μακάριε Λουκᾶ.Ἐπιλελῆσθαί μοι δοκεῖ; τῶν ἀνωτέ-
ρω παρὰ σοῦ συγγραφέντων, ἀναρμόδια γὰρ πρὸς
ἐκεῖνα τὰ νῦν παρὰ σοῦ λεγόμενα. Οὐκ ὲν τοῖς Εὐαγ-
γελίοις τῇ Θεομήτορι καὶ παναγίᾳ Παρθένῳ, τὸν
θεῖον Γαϐριὴλ εἰσάγεις λέγοντα· Πνεῦμα ἄτιον
ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπι-
σκιάσει σου Πῶς οὖν ἡ ἐκ Πνεύματος ἁγίου καὶ
δυνάμεως Ὑψίστου κυήσασα, καὶ μὴ κατὰ νόμον
ἀνθρωπίνης κυήσεως , καθαρισμοῦ δέεται. Πῶς δὲ ἠ
πληρωθεῖσα τοῦ πᾶσαν κτίσιν ὁρωμένην καὶ οὐχ
ὁρωμένην ἁγιάζοντος, Πνεύματος ἁγίου ὑπάρχει
ἀμέτοχος. Πῶς δὲ ἡ ὲπισκιασθετσα τῇ τοῦ Ὑψίστου
δυνάμει, οὐ πάσης καθαρότητος καὶ ἀγιασμοῦ ὐπ’-
άρχει ἀνάπλεως ;¹Αλλὰ τὰ ἑξῆς τοῦ ἀρχαγγέλου ῥή-
ματα , τῶν ῥηθέντων είσὶ φοϐερώτερα · λέγει γάρ ·
Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υιὸς
Θεοῦ. Τις οὖν ἀκούσας πρώην παρᾶ σοῦ ταῦτα, καὶ
νῦν ἀκούων πάλιν βοῶντός σου’ Ὅτε ἐπλήσθησαν
αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν ” οὐ δικαίως ὲκ-
πλαγεὶς ἐγκαλέσει σοιηγΕί γὰρ ἅγιον τὴν c
Παρθένον ἐπλήρωσεν, καὶ ἡ τοῦ Ὑψίστου δύναμις
ἐπ’ αὐτῇ ἐπεσκίασεν · καὶ τὸ γεννώμενον ἐξ αὐτῆς,
rte; μέν ἐστι τοῦ πρὸ αἰώνων θεοῦ · καὶ νῦν δὲ, διὰ
τὴν οἰκονομίαν κληθήσεται· πῶς ὴ τῆς θείας καὶ
όμοουσῐου Τριάδος γεγενημένη μέτοχος, οὐ μόνον οὗ
λείπεται ἁγιασμοῦ καὶ καθάρσεως¹ ἀλλ’ οὐχὶ καὶ
πάσῃ τῇ κτίσει ἁγιασμοῦ καὶ καθάρσεως γενήσεται
πρόξενος.
Τί δὲ πρὸς ταῦτα ό εὐαγγελιστήςς οὒ, φησὶν,
ἐπιλήσμων τῶν ὑπ’ ἐμοῦ ῥηθέντων ἀνωτέρω γέγονα υ
ἀλλ οὔτε ἀνακόλουθα τοῖς προλαϐοῦσι , τὰ ἐπὶ τοῦ
παρόντος ρηθέντα μοι. El μὲν γὰρ ἔμεινεν mm.
πασιν ὸ θεῖος Λόγος ἐν τοῖς θείοις ὑψώμασι, καὶ μὴ
κατεδέξατο ἑκουσίως τὴν πρὸς τὴν ἡμετέραν ταπεί-
νωσιν συγκατάσασιν, καλῶς ἐξένιζεν ὑμᾶς νῦν, τὰ Ῐ)
παρ’ ὲμοῦ λεγόμενα· εί δὲ ἄσαρκος ὢν ὸ Θεὸς καὶ
ἀσώματος, σῶμα μὲν ἑψυχωμένον ψυχῇ λογικῇ καὶ
νοερᾷ ἐξ ἁπιιρογάμου κόρης δι’ἡμᾶς περιϐάλλεται·
oi.st δὲ μήτραν ἀπεριγράπτως παρθενικὴν, ὸ πλη-
ρῶν τὰ σύμπαντα· γεννᾶται δὶ ὲν χρόνῳ διὰ τοὺς
ὑπὸ χρόνον, ὁ χρόνων καὶ αἰώνων πρεσϐύτερος² μᾶλ-
λον δὲ, ποιητής ἀγκάλαις δὲ Μητρὸς Παρθένου
περιλαμᾶίνεται, ὁ θρόνον ἔχων τὰ Χερουαμ · τρέ-
φεται δὲ γάλακτι, ὀ πάσῃ τῇ κτίσει τὴν ζωὴν χαρι-
ζόμενοςο φεύγει δὲ καὶ Ἡρώδην εἰς Αἴγυπτον, ὁ τὰ
πρωτότοκα Λίγύπτου πατάξας, καὶ Φαραὼ καταπον-
τίσας τὸν τύραννον ⁸ ὑποτάσσεται δὲ τοῖς γονεῦσιν
.
⁸1 Tim. ι, l7. ' Luc. ll. 2‘2.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.