PG 93, col. 1572

παραδείσου διώξαντα. · καὶ, ἁπλῶς εἰπεῖν, μετᾶ πᾶσαν
Θαυματουργίαν, πάθη ὁ ἀπαθὴς καταδέχεται· καὶ
θάνατον καὶ ταφὴν ὑπομένει σαρκὶ ὁ ἀθάνατος , ἵνα
ἐμὲ τὸν θανατωθέντα ἀπαθανατίσῃ διὰ τῆς ἑαυτοῦ
ἀναστάσεως. Ti οὖν ξένον, εί μετ¹ ἐκείνων ἁπάντων
καὶ τὸν κατὰ νόμον καθαρισμὸν ὁ καθαρὸς καὶ ἄχραν-
τος, μετὰ τῆς ἆχράντον καὶ ἀπέιρογάμου Παρθένου
καὶ Μητρὺς καταδέχεται· ἵνα γενόμενος ὑπὸ νόμον,
ὡς ὁ Ἀπόστολος ἔφησε, τοὺς om νόμον ἐλευθερώσῃς
Ἀλλ’ ἔλαϐον, ἀγαπητοὶ, τῷ ἀπλέτῳ πελάγει τῆς τοῦ
Β Σωτῆρος οἰκονομίας ἑαυτὸν ἐπιδοὺςξτῇ τοῦ λό-
γου ἑλκόμενος. Εὑχερέστερον γάρ ἐστι, τὸ κῦτος τῆς
θαλάσσης παλάμῃ χειρὸς ἀνθρωπίνης περιλαϐεῖν, ἢ
τὰς πολυτρόπους τῆς θείας οἰκονομίας συγκαταϐά-
σεις, λόγῳ προρορικῷ ἐξειπεῖν. Ἀλλ’ ἐπὶ τὸν πυρσδν
τοῦ εὐαγγελιχοῦ ὕψους ὲπαναδράμωμεν, καὶ προς
αὑτὸν τὴν ὁλκάδα τῶν λόγων, τῇ πηδαλιουχίᾳ τοῦ
Πιθεύματος, ἀπευθύνωμεν.
Ὅτε, φησὶν, ἐπλήσθησαν αι ἡμέραι τοῦ καθα-
ρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως. ἀνήγα-
τον· τὸ παιδίον εἰς Ἰεροσόλυμα . παραστῆσαι
τῷ Κυρίῳ. Καλῶς ὁ εὐαγγελιστὴς ὲσαςήνισενΠΩς
. ἔξ οἰκονομίας γὰρ πάντα τὰ ἡμῖν ὑπ’ αὑτοῦ νομοθε-
τηθέντα ὑπὲρ ἡμῶν καταδέχεται. Ἰδοὺ γὰρ '0 πλη-
c ρῶν οὐρανούς τε καὶ γῆν, ὑπηρετεῖται τὴν ἀπὸ
τόπων είς τόπους μετάϐασιν. Ποίῳ δὲ καὶ Κυρίῳ
παραστῆσαι τὸ βρέφος ἐπείγῃ, ὧ παναγία Παρθένες
Ἤκουσας σαφῶς ὑπὸ τοῦ Γαϐριὴλ, ὡς Υίὺς Θεοῦ
ἐστιν ὁ ὲν τῇ γαστρί σου κυοφοροὺμενος. El οὖν
Υἱὸς Θεοῦ ἐστιν, πῶς οὐκ ἔστιν ἀναμφιϐόλως καὶ
Κύριος. Οἶδα, φησὶν ή μακαρία. Πάρθένος, ὅτι καὶ
Υἱὸς Θεοῦ ἐστιν καὶ Κύριος, ὁ ὲμδς πλάστης ὲν ταὺ-
τῷ καὶ υίὸς, ὃν ὡς βρέφος διὰ τὴν αὐτοῦ φιλανθρω-
πίαν ἐναγκαλίζομαι ’ ἀλλ’ ἐκείνῳ τοῦτον παραστῆσαι
σπουδάζω, περ). οὗ ὁ ἐμὸς προπάτωρ Δασὶδ, διὰ τοῦ
Πνεύματος ἐμελῲδησε λέγων ·, Εἶπεν ό Κύριος τῷ
Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ
τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἰδοὺ Κύριος ὁ Πατήρ · ἰδοὺ καὶ Κύριος ὁ Υἱὸς,πρὺς
Β ὃν ὁ λόγος ὲγένετο.“Λλλ“ εἰ καὶ δύο Κύριοι λέγονται.
μία τούτων ἡ κυριότης, ὥσπερ οὖν καὶ μία ἡ θεά-της.
Αὐτῷ οὖν τῷ Κυρίῳ παραστῆσαι τὸν Κύριόν μου
σπουδάζω, οὗ κατὰ τὴν θεότητα, οὕτε πρὸ τῆς ἑν
γαστρί μου κυοφορίας, οὔτε νῦν, ἀλλ’ οὔτε πώποτι
χωρισθήσεται.
Εἶτα ἑξῆς προστίθησιν ὁ εὐαγγελιστής· Καθὼς
γέῃραπται ὲν νόμῳ Ki-pt'ov, ὅτι πᾶν ἄρσεν δισ-
νοῖγον ν μήτραν, ἄτιον τῷ ΚιφΙῳ κληθήσεται.
Καλῶς ὁ ἐμὸς πλάστης καὶ νομοθέτης καὶ Κύριος,
περὶ τῶν διανοιγόντων μήτραν ἀρρένων ἐνομοθέτη-
σεν. Ἀλλ’ οὐχ ὑπόκειται. τοῖς νόμοις ὁ νομοθέτης·
ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης κυήσεως. ὑπάρ-
‘-‘ ibid. 2.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.