PG 93, col. 1573

τὸν εἰπόντα ε Καὶ εἶπέν μοι Κύριος · Υἱὲ ἀνθρώπου,
ἡ πύλη αὕτη κεκλασμένη ἕσται. Οὐδεὶς εἱσ-
ελεύσεται δι’ αὐτῆς καὶ ἐξελεύσεται · καὶ ἔσται
κεκλεισμένη. Πῶς οὖν ἐπὶ τοῦ μὴ διανοίξαντος,
ἀλλ’ ὲσφραγισμένην τὴν πύλην καταλιπόντος. τὰ
ἐπὶτῶν διανοιγόντων νομοθετηθέντα προϐῆναι δυ-
νήσεται; Ἀλλ’ οὗτε ἅγιον νῦν πρώτως κληυῆναι
δεήσεται, τὸ καὶ πρὸ τῆς συλλήψεως ἅγιον, καὶ Υἱὸς
Θεοῦ, παρά τε τοῦ Πατρὺς καὶ τοῦ ἁγίου Πνεύματος
μαρτυρούμενον. Ἀλλ’ ἀκολούθως, καὶ ταῦτα πρέπει
τῇ τοῦ Σωτῆρος οἰκονομίᾳ.
Καὶ οὗ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν
νόμῳ [trp/ou · ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς
περιστερῶν. Πάντα ἁρμόδια τῇ τοῦ Σωτῆρος ol-
κονομικῇ καταὸασει. Ἦσαν μὲν γὰρ καὶ ἄλλαι ταῖς
τικτούσαις πολυτελέστεραι νενομοθετημέναι Θυσίαι,
οἷον διὰ προϐάτων καὶ ἄλλων τινῶν¹ ἀλλ’ ἐπειδὴ
ἅπαν τὸ τῆς ἐνανορωπήσεως μυστήριον διὰ ἀνεικα-
στου συγκατασάσεως γέγονεν ’ ἀκολούθως καὶτὰ περὶ
τρυγόνων καὶ περιστερῶν νενομοθετημένα νῦν, τεθέα-
ται. Καὶ καλῶς ὁ θεσπέσιος Παῦλος πάντα τῇ διανοίᾳ
περιλαϐὼν, ἐκπληκτικῶς ἁνεὸόησεν· Ὃς δι’ ἡμᾶς
ἐπτώχευσεν, πλούσιος ὢν. ἵνα ἡμεῖς τῇ ἐκείνου
πτωχείᾳ πλουτήσωμεν. Πλὴν ὅτι κο)¹ τὸ φαινόμε-
νον. οὐκ ἀσυντελὴς πρὸς τὸ μυστήριον ἡ προσφορὰ
τοῦ Κυρίου ἐτύγχανεν. Αἱ μὲνγὰρ τρυγόνες, τὴν
σωφροσύνην καὶ τὴν ἁγνείαν τῆς ’Ᾱειπαρθένου καὶ
Θεοτόκου ἐσήμαινον ” αι δὲ περιστεραὶ τὴν είς ἡμᾶς
ἄφατον φιλανθρωπίαν, καὶ τὴν ὲκ Πνεύματος ἁγίου
οἰκονομίαν τῆς κυοςρορίας ἐδήλουν.
Kal ιξοὺ ἦν ἅνθρωπος ἐν Ἰερουσαλὴμ, ᾧ ὄνομα
Συμεών ⁸ καὶ ό ἄνθρωπος οὗτος, δίκαιος καὶ σὺ·
λαϐῆς. ’Λρκεῖται ῥήματα τοῦ εὐαγγελιστοῦ, πρὸς
τὸ παραστῆσαι τὴν τοῦ Συμεὼν ὰγιότητα.· Προσδε-
χόμενος παράκλησιν τοῦ Ἰσραήλ· ’Ὅπερ ἡγοῦ-
μαι σημαίνειν, φιλανθρωπίαν ἔσεσθαι ὲκ Θεοῦ μέλ-
λουεαν τῷ Ἰσραήλ. Ἢ καὶ ἄλλως πως. Ἐπειδὴ
γὰρ Ἰσραὴλ νοῦς ὀρῶν Θεὸς ἑρμηνεύεται· ἐπένθει
δὲ νοητῶς πᾶς νοῦς θεωρητικὸς, διὰ τὴν κρατήσα-
σαν πλάνην τῆς ἀγνωσίας τοὺς ἀνθρώπους · εἰκότως
ό Συμεὼν δίκαιος ὢν καὶ προφητικῷ προϐλέπων
νοήματι, ἀνέμενεν τὴν μέλλουσαν ἔσεσθαι παράκλη-
σιν τῷ νοητῷ Ἰσραὴλ, διὰ τῆς τοῦ Σωτῆρος ἐπιδη-
μίας. Καὶ Πνεῦμα ἅγιον ἦν ἐπ’ αὐτῷ. Μακάριος
εἴ, ὦ πρεσϐύτα, ὅτι Ηνεὺματος κατοικητήριον ήξιώ-
θης γενέσθαι.
Kal ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Hreu-
ματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδῃ
τὸν Χριστὸν Κυρίου. Οὐκ εἷπον ἀνωτέρω, ὅτι
προφητικῷ δμματι ἀνέμενεν ὁ πρεσϐύτης τὴν παρὰ
τοῦ Σωτῆρος παράκλησιν; Ἰδοὺ uaga-l1; τῶν πρὸ
τούτου ῥηθέντων ἀπόδειξις. ’Λπεχαὶύφοη γὰρ τῷ
προφήτῃ, φησὶν, ὡς οὐκ ἂν φῦάσοι τοῦ βίον τὸ τέλος,
⁸⁸ Ezech. xuv, ‘2. “ ibid. 26.
¹¹ ll Cor. vm, 9. " ibid. 25.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.