PG 93, col. 29

πάντα ὁ διάβολος ἐπήγαγε τὰ δεινὰ, εἰς ἔκπληξιν
αὐτὸν, ἢ ἀγανάκτησιν καὶ βλασφημίαν κινῆσαι
βουλόμενος· τοῦτο γὰρ δὲ καὶ ὑποσχόμενος ἐτύγ-
χανε, φήσας· Εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσε.
« Καῖ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ, καὶ εἶπεν
αὐτῷ· Τὰ ζεύγη τῶν βοῶν ἡροτρία, καὶ αἱ θήλειαι
ὅνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν, καὶ ἐλθόντες οἱ αἰχ-
μαλωτεύοντες ἡχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖ-
δας ἀπέκτειναν ἐν μαχαίραις, σωθεὶς δὲ ἐγὼ μόνος,
ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. »
Ἡδύνατο μὲν ὁ διάβολος ἐξουσίαν παρὰ τοῦ Θεοῦ
λαβὼν, καὶ πολεμίων διερεθίσαι ψυχὰς,.καὶ πῦρ αἰ-
θέριον κατάγειν, καὶ μόνους ἀγγέλους σώζειν τῶν
συμφορῶν, καὶ πνεῦμα συγκινεῖν εἰς τὴν τῆς οἰκίας
κατάπτωσιν, τῇ ἀγγελικῇ δυνάμει χρώμινος, ἢ ἐξ
ἀρχῆς εἴληφε παρὰ τοῦ Δημιουργοῦ. Ἡδύνατο δὲ,
ὡς ἔφην, παρὰ Θεοῦ συγχωρούμενος· δύναται ὰ δὲ
καὶ σχηματίζεσθαι, καὶ τοὺς οἰκείους δορυφόρους
δαίμονας διασκευάζειν, ὡς πολεμίους φαίνεσθαι,καὶ
ὡς ἀνθρώπους ἀπαγγέλλοντας τὰς συμφοράς· καὶ
πυρὸς ὑπόληψιν ποιεῖν ἐξ οὐρανοῦ κατερχομένου,
καὶ πνοῆς ἀνέμου βιαίας φερρομένης κατὰ τῆς οἰ-
κίας· ὅπουγε καὶ εἰς ἄγγελον φωτὸς μετασχημc-
τζεται, τοιαύτην τινὰ φύσεως ἐξουσίαν παρὰ τοῦ
Δημιουργοῦ λαχών. Εἴτε οὖν οὕτως, εἴτε ἐκείνως
ἠγωνίσατο, πλὴν ὅτι πικρῶς, καὶ ἐντέχνως, καὶ κα-
κοήθως ἐχρήσατο τοῖς παλαίσμασιν ὶ· ὅρα γὰρ ἀγ-
γελίαν διαβολικὴν κακοτέχνως, καὶ κατὰ αὕξησιν
προερχομένην, ἐφʼ ῷ τὴν ἄσειστον τοῦ δικαίου
κατασεῖσαι ψυχήν· οὐκ εἶπεν ἀπλῶς, τὰ ζεύγη τῶν
βοῶν, ἀλλὰ καὶ ἡροτρία, ἀντὶ τοῦ, πόρον τῶν ἐκ
τῆς γῆς προσόδων εἰργάζοντο· οὐδὲ ἀπλῶς εἶπεν, αt
ὄνο,ἀλλὰ al θήλεααι, ἐξ ὦν ἡ ἐπιγονὴ καὶ ἡ αὐξη-
σις· εἶτα, εἰρηκὼς τὴν ἀφαίρεσιν τῶν ἀλόγων, τότε
εἰς αὕξησιν τοῦ πάθους, προστίθησι καὶ τῶν οἰκε-
τῶντὴν ἀναίρεσιν,τῶν ἐπὶτοῖς κτήνεσι τεταγμένων.
Σέσωσται γὰρ μόνος ὁ ἀπαγγείλας ταῦτα, οὐ φιλ-
ανθρωπίᾳ τοῦ πολεμίου, ἀλλʼ ἵνα μηνυτὴς τῶν σκυ-
θρωπῶν γένηται· ἴσως δὲ οὐκ ἄνθρωπος ἦν ὁ ἀπ-
αγγέλλων, ἀλλʼ αὐτὸς ὁ δαίμων εἰς τοὺς ἀγγέλους
ἐσχηματίζετο.
« Ἐτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος,
καὶ εἶπε πρὸς Ἰώβ · Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ
κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφα-
γεν ὁμοίως, καὶ σωθεὶς ἐγὼ μόνος, ἦλθον τοῦ ἀπ-
αγγεῖλαί σοι. »
Ἐπειδὴ πρὸς τὴν πρώτην ἀκοὴν ὁ δίκαιος οὐκ
ἐταράχθη, ἀλλὰ γενναίᾳ ψυχῇ τὴν ἀγγελίαν ἤνεγκε,
καὶ τὴν πεῖραν τοῦ δυσμενοῦς ἀπεκρούσατο, εὐθὺς
ἔτερος τοῦ διαβόλου δορυφόρος ἐπέστη, οὐκ ἔτι μὲν
αὐτὸν ἐξ ἀνθρώπων πολεμεῖσθαι λέγων, οὐρανόθεν
δὲ κεραυνῷ βληθῆναι τὰ πρόβατα καὶ τοὺς ποιμέ-
νας, καὶ τὸν Θεὸν αὐτῷ παραδηλῶν πολέμιον γεγο-
τέναι, τὸν ὑπʼ αὐτοῦ σεβόμενον.
« Ἐτι τούτου λαλοῦντος, ἦλθεν ἔτερος ἄγγελος,
s it Cor. nn, 14.
vALX LECTONEs.
ὰ ἴσ. δύνατο. ἱσ. φανερόν ἐστιν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.