PG 93, col. 36
φε, διαβάλλει πρὸς τὸν Θεὶν τὸν δίκαιον, ὡς οὐ διʼ
ἀρετὴν μετιόντα τὸ δίκαιον, ἀλλʼ ὡς ἀντιμισθίαν
εἰσφέροντα τῷ Θεῷ, ἐφ οἶς αὐτὸν εὐηργέτησεν·
ἐπεί φησι· Περίελε τὴν εὐδαιμονίαν, καὶ ὄψει τοῦ
τρόπου τὴν φαυλότητα· ὀμοῦ γὰρ τῇ τῶν χρημάτων
ἀφαιρέσει καὶ εἰς πρόσωπον ἐξοίσει κατὰ σοῦ τὴν
βλασφημίαν. Ἐπὶ τούτοις ὁ Θεὸς εἰδὼς τοῦ δικαίου
τὴν κατὰ ψυχὴν ἀνδρείαν, βουλόμενος δὲ αὐτὸν , καὶ
διὰ τῶν ἀγωνισμάτων λαμπρότερον ἀναγορεῦσαι,
δίδωσι τῷ διαβόλῳ τὴν κατὰ τῆς περιουσίας τοῦ Ἰὼ6
ἐξουσίαν. Ὁ δὲ οὗτος ἐπεξῆλθεν αὐτῷ τῇ τῶν ὑπαρ
χόντων ἀπωλείᾳ, ὡς ἀκριβῶς αὐτοῦ πᾶσαν ἐκκόψαι
τὴν περιουσίαν, καὶ μόνους ἀγγέλους ὑπολείπεσθαι
τῶν συμφορῶν , ἀλλεπαλλήλοις αὐτὸν καὶ πικροτά-
ταις βάλλοντας ταῖς ἐπαγγελίαις. Ἐπειδὴ δὲ τὰ τι-
μιώτατα τῶν πατέρων κτήματα παῖδες τυγχάνουσιν,
ἀπολαβὼν ὁ διάβολος τὴν ἀρίστην δεκάδα τῶν παίδων,
ἐπὶ μιᾶς ἐστίας συνεστιωμένην, ἀθρόαν ἅπασι τὸν
οἰκίαν ἐπέσεισε, καὶ πολυάνδριον αὐτοῖς τὸν οἶκον
εἰργάσατο, ἄπαιδα τὸν πολὐπαιδα ἐν μιᾷ καιροῦ
καταστήσας ῥοπῇ. Τότε ὁ ἀδάμας ἐκεῖνος Ἰὼβ, ἀπο-
διδοὺς τῇ φύσει τὸ χρέος, τὴν μὲν στολὴν ἔῤῥηξ,
φθέγγεται δὲ οὐδὲν ἀγενὲς, οὐδʼ ἀνάξιον τῆς ἑαυτοῦ
μεγαλοψυχίας, ἀλλʼ ὀμοῦ τῇ ὑστάτῃ πληγῇ τὰς πο-
λυυμνήτους, ἐκείνας ἀφῆκε φωνὰς, Ὁ Κύριος ἔδω-
κεν, ὁ Κύρος ἀφεώλετο, ὡς τῷ Κuρίῳ ἐδοξaν,
οὕτω καὶ ἐγένετο· εῖη τὸ ὅνομα τοῦ Κuρίου εὐλο-
γημένον. Ταύταις ταῖς φωναῖς , τὰς καιριωτάτας
πληγὰς δεξάμενος ὁ διάβολος , καὶ διαφερόντως διὰ
τῶν εἰς τὸν δίκαιον ἐπαίνων τοῦ Θεοῦ, οὐκ αἰσχύνεται
μὲν(ἀναιδὲς γὰρ τὸ θηρίον), τὸν δὲ εἰς τὸ δέρμα τοῦ
δικαίου προτίθησιχ ἀγῶνα, καὶ αἰτεῖ τὸν Θεὸν ἐξου-
σίαν λαβεῖν τῷ σώματι χρήσασθαι τοῦ Ἰώβ. Πάλιν δὲ
ὁ φιλάνθρωπος Θεὸς, ὁ τοὺς οἰκείους στεφανίτας ἀγ-
γέλοις καὶ ἀνθρώποις δημοσιεῦσαι βουλόμενος, ἐπι-
τρέπει καὶ τοῦτο. Ἐπειδὴ δὲ τὴν ἀνήκεστον πληγὴν
εἴληφεν ὁ ἀνὴρ, καὶ οὐδὲν ἦττον ἔμεινεν ἀκλινὴς t
καὶ ἀκατάσειστος, ἐπὶ τὴν συνήθη τρέπεται πανουρ-
γίαν ὁ δράκων, καὶ ὑποδραμὼν αὐτοῦ τὴν σὐνευνον,
διʼ αὐτῆς παραινεῖ τῷ δικαίῳ, λέγων· Εἰπόν τι
ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλὰ πάλιν κατὰ
κόῤῤης εἴληφε τὴν πληγὴν ἀκούσας· Εἰ τὰ ἀγαθὰ
ἐδεξάμεᾶα ἐκ χειιρὸς Κυυρίου, τὰ κακὰ οὐχ ὑποί-
στμεν; Οὕτω τοῦ διαβόλου πολλαῖς ταῖς προσβολαῖς
περιτραπέντος καὶ καταῤῥαγέντος, τρεῖς ἔνδοξοι φί-
λοι τοῦ Ἰὼβ, τῆς φήμης αὐτοῦ πανταχοῦ τὰς συμ-
φορὰς περιαγγελούσης, ἀκούσαντες τὰ συμβεβη-
κότα,ἦλθον αὐτοῦ πρὸς τὴν ἐπίσκεψιν. Παραμυθίας
δὲ οὐχ εὐρίσκοντες φάρμμακον, διὰ τὴν τῶν κακῶν
ὑπερβολὴν, σιωπῇ παρεκαθέζοντο, τῇ προσεδρίᾳ τὴν
συμπάθειαν ἐπιδεικνύμενοι. Τοιαύτη μὲν ἡ τοῦ δευ-
τέρου κεφαλαίου δύναμις, ἐξῆς δὲ τὰ ῥητὰ προθετέον,
καὶκατίσχνως ἐξεταστέον.
« Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ Πόθεν σὺ
ἔρχη; »