PG 94, col. 1233

σαν θεσπισμάτων, ὅσοι τὸν ἐπὶ γῆς βασιλέα , βασι-
λευόμενον οἴδασιν ἄνωθεν, καὶ ὡς κρατοῦσιν οἱ νόμοι
τῶν βασιλέων.
β’. Πρῶτον μὲν οῦν ἁπάντων, οἷόν τινα τρόπιν, ἢ
θεμέλιον τῷ λογισμῷ καταπήξας, τὴν τῆς ἐκκλη-
σιαστικῆς θεσμοθεσίας συντήρησιν, δι’ ἧς σωτηρία
προσγενέσθαι πέφυκε, τοῦ λόγου τὴν βαλϐἱδα ὴνέῳξα,
καὶ τοῦτον, ὥσπερ ἵππον εύχάλινον, τῆς ἀφετηρίας
παρώρμησα. Δεινδν γὰρ ὅντως ᾠήθην, καὶ πέρα
δεινῶν, τοσούτοις τὴν Ἐκκλησίαν ἀμαρύσσουσαν
προτερήμασι, καὶ ταῖς τῶν εὐσεϐεστάτων ἀνδρῶν
ἄνωθεν παραδόσεσιν ὡραῖσθεῖσαν, παλινοστεῖν ἐπὶ Β
τὰν πτωχὰ στοιχεῖα, φοϐουμένην φόϐον, οὗ οὐκ ἐστι
φόϐος · καὶ ὥσπερ οὐκ ἐγνωκυῖαν τὸν ὄντως Θεὸν,
ὑφορᾶσθαι τὸν είς είδωλολατρείαν ὖλισθον , καὶ⁵ κᾶν
γοῦν ἐν σμικροτάτῳ τῆς τελειότητος λείπεσθαι,
ὥσπερ τινὰ στιγμὴν ἐπίμονονα ἐν μέσῳ προσώπου
λίαν ὠραϊσμένου φέρουσαν, τῷ ἀπόσῳ τοῦ παρα-
γράμματος, τοῦ κάλλους τὺ πᾶν λυμαινομένην. Ού
γὰρ μικρὸν τὸ μικρὸν, ὅταν είς μέγα ἐκφέρῃ, ὅπου
γε οὐδὲ σμικρὸν τὸ παρεγχάραγμα, ἄνω κεκρατη-
κυῐαν Ἐκκλησίας ἀνατραπῆναι παράδοσιν, οἷα κατ-
εγνωσμένων τῶν προκαθηγησαμένων ήμᾶς, ὧν
ἐχρῆν ἀναθεωροῦντας τὴν ἀναστροφὴν, μιμεῖσθαι
τὴν πίστιν.
γ’. Ἐκλιπαρῶ τοίνυν, πρῶτον μὲν τὸν παντοκρά-
τορα Κύριον, ίῷ γυμνὰ πάντα καί τετραχηλισμένα ·
- πρὸς ὑμᾶς ὁ λόγος ο εἰδότα τῆς ταπεινῆς μου γνώμης
ἐν τούτῳ τὸ ἀκραιφνὲς, καὶ τοῦ σκοποῦ τὸ είλικρι-
νές, δοῦναί μοι λόγον ἐν ἀνοίξει στόματός μου, καὶ
τοῦ νοῦ τὰς ἡνίας οἰκείαις χερσὶν ἀναδέξασθαι, καὶ
τοῦτον πρὸς ἑαυτὸν ἐπισπάσασθαι, πρὸς ἐνώπιόν τε
καὶ εὐθεῖαν τρίϐον τὴν ῥύμην ποιούμενον, μὴ ἐγ-
κλίνοντα πρὸς τὰ δοκοῦντα δεξιὰ, ἢ ἀριστερὰ γνωρι-
ζόμενα · μεθ’ ὃν ᾶπαντα τὸν τοῦ Θεοῦ λαὸν, τὸ ἔθνος
τὸ ἆγιον, τὸ βασίλειον ἱεράτευμα, σὺν τῷ καλῷ ποι-
μένι τῆς λογικῆς Χριστοῦ ποίμνης, τῷ τὴν Χριστοῦ
ίεραρχίαν ἐν ἐαυτῷ ὑπογράφοντι, δέξασθαί μου τὸν
λόγον, μετ’ εὐμενείαςο μὴ τῷ ἐλαχίστῳ τῆς ἀξίας
προσέχοντας, ἢ λόγων ἐπιζητοῦντας στροφάς ο ἐπεὶ
τούτων ού παντελῶς ἴδρις ὁ πένης ἐγώ· ἀλλὰ τῆς
τῶν νοημάτων φροντίσαι δυνάμεως. Ού γὰρ ἐν λόγῳ
ή βασιλεία τῶν οὐρανῶν, ἀλλ’ ἐν δυνάμει. Ού γὰρ
νικῆσαι σκοπὸς, ἀλλὰ τῇ ἀληθείᾳ πολεμουμένῃ χεῖρα
ὀρέξαι, τῆς προαιρέσεως ὀρεγούσης χεῖρα δυνάμεως.
Ἀρωγὸν τοίνυν τὴν ἀνυπόστατον ἐπικεκλη μένος ἁλή-
θειαν, ἐντεῦθεν τοῦ λόγου τὰς ἀρχὰς ποιήσομαι.
δ’. Οἶδα τὸν ὰψευδῶς εἰπόντα· ι Κύριος ὁ Θεός
σου, Κύριος εἷς ἐστι. ι Καί· ι Κύριον τὸν Θεόν σου
προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. ι Καί·
⁸ἐ³ειιι cxvm, 46. δϐιιΙιιι. ιν, 9.
⁸ Psal. LII, 6.
vr, ιι.
νΛΒΙᾹῖ LECTIONES.
ι Billius legendum ἐπίμωμον putat : ct paulo post emendat ἀτόπῳ, pro ἀπόσῳ, nec istic male.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.