PG 94, col. 1238

οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς. ι Καί ° ε Θεοὶ, οἳ
τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθω-
σαν ο ι καὶ ὅσα τοιουτοτρόπως πάλαι 6 Θεὸς λαλήσας
τοῖς πατράσιν ὲν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν ἐλάλησεν ἡμῖν tv τῷ μονογενεῖ αὐτοῦ Υίῷ.
δι’ οὗ καὶ τοὺς αἰῶνας εποίησεν. Οῐδα τὸν εἰπόντα · ι
ι Αὕτη δέ εστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσι σε,
τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ δν ἀπέστειλας Ἰησοῦν
Χριστόν. ι Πιστεύω είς ἕνα Θεὸν, μίαν τῶν πάντων
ἀρχὴν, ἄναρχον, άκτιστον, ἀνώλεθρον καὶ ἀθάνατον,
αἰώνιον καὶ ἀΐδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρα-
τον, ἀπερίγραπτον, ἀσχημάτιστονο μίαν ὑπερούσιον
οὑσίαν, ὑπέρθεον θεότητα, ὲν τρισὶν ὑποστάσεσι,
Πατρὶ, καὶ Υιῷ, καὶ ἁγίῳ Πνεύματι, καὶ τούτῳ μό-
νῳ λατρεύω, καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λι-
τρείας προσκύνησιν. Ἑνὶ Θεῷ προσκυνῶ, μιᾷ 0e6-
τητι⁹ ἀλλὰ καὶ Τριάδι λατρεύω ὑποστάσεων, Θεῷ
Πατρὶ, καὶ Θεῷ Υίῷ σεσαρκωμένῳ, καὶ Θεῷ ἁγίῳ
Πνεύματι, ἑνὶ Θεῷ. Οὐ προσκυνῶ τῇ κτίσει παρά
τὸν κτίσαντα, ἀλλά προσκυνῶ τὸν κτίστην, κτισθέντα
τὸ κατ’ ἐμὲ, καὶ είς κτίσιν ἀταπεινώτως καὶ ἀκα-
θαιρέτως κατεληλυθότα, ἵνα τὴν ιμὴν δοξάσῃ φύσιν,
καὶ Θείας κοινωνὸν ἀπεργάσηται φύσεως. Συμπροσ-
κυνῶ τῷ βασιλεῖ καὶ Θεῷ, τὴν ἁλουργίδα τοῦ σῶμα·
τος, οὐχ ὡς ἱμάτιον, οὐδὲ ὡς τέταρτον πρόσωπον ⁸
ἄπαγε ο ἀλλ’ ὡς όμόθεον χρηματίσασαν, καὶ γενομέ-
νην ὅπερ τὸ χρῖσαν ἀμεταδλήτως. Ού γάρ θεότης ἡ
φύσις γέγονε τῆς σαρκὸς, ἀλλ’ ὥσπερ 6 Λόγος σὰρξ
ἀτρέπτως γέγονε, μείνας ὅπερ ἦν, οὕτω καὶὴ σάρξ
Λόγος γέγονεν, ούκ ἀπολέσασα τοῦθ’ ὅπερ ἐστὶ, ταυ-
τιζομένη δὲ μᾶλλον πρὸς τὸν Λόγον καθ’ ὑπόστασιν.
Διὸ θαρρῶν, εἰκονίζω Θεὸν τὸν ἀόρατον, οὐχ ὡς ἀόρα-
τον, ἀλλ’ ὼς ὁρατὸν δι’ ἡμᾶς γενόμενον, μεθέξει
σαρκὸς τε καὶ αἵματος. υύ τὴν ἀόρατον είκονίζω
θεότητα, ἀλλ’ είκονίζω Θεοῦ τὴν ὁραθεῖσσν σάρκα.
Et γάρ ψυχὴν είκθνίσαι ἀμήχανον, πόσῳ μᾶλλον Θεὸν,
τὸν κα)⁵ τῇ ψυχῇ δόντα τὸ ἄῦλονς
ε’. Ἀλλά , φησιν , εἶπεν 6 Θεὸς διὰ Μωῦσέως τοῦ
νομοθέτου· ι Κύριον τὸν Θεόν σου προσκυνήσεις,
καὶ αὑτῷ μόνῳ λατρεύσεις. ι Καί’ ι Ού ποιήσεις
πᾶν ὁμοίωμα, ὅσα ὲν τῷ οὐρανῷ, καὶ ὅσα ἂν τῇ
γῇ. ι
Ἀδελφοὶ, ὅντως πλανῶνται οἱ μὴ εἰδότες τὰς Γρα-
φάς, ὼς τὺ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωο-
ποιεῖ· οἰ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κε-
κρυμμένον πνεῦμα. Πρὸς οὓς ἂν ἀξίως εἴποιμι· 6
τοῦτο διδάξας ὑμᾶς, διδαξάτω καὶ τὸ ἑπόμενον. suo:
ὅπως ἑρμηνεύει 6 νομοθέτης ᾦδὲ πως ὲν τῷ Δευτε--
¹¹ Jerem.x, 17. ¹³ Hebr. ι, 1. "Joan. xvn, 2.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.