PG 94, col. 1252

καὶ ῥοΐσκους. 06 πολλῷ οῦν τιμιώτερον πάντας τοὺς
τοίχους οῐκου Κυρίου κοσμῆσαι ἁγίων μορφαῖς καὶ
είκονίσμασιν, ἢπερ ἀλόγων καὶ δένδρων; ποῦ 6 δῖ-
αγορεύων νόμος ° ι Οὐ ποιήσεις πᾶν ὀμοίωμα; ι
Ἀλλά σοφίας χύσιν δεξάμενος Σολομὼν, οὐρανὸν εί-
κονίζων, ἐποίησε Χερουῦὶμ, καὶ λεόντων, καὶ fieri!)
όμοιίὺματα· τοῦτο δὲ ἀπαγορεύει 6 νόμος. Ῑὲί δὲ
ἡμεῖς Χριστὸν είκονίξοντες, καὶ ποιοῦμεν τὰ τῶν
ἁγίων είκονίσματα, οὐκ ἄρα τοῦτο πάντως εὐσεϐέ-
στερον, ὅτι καὶ Πνεύματος ἁγίου εἰσὶ πεπληρω-
μένα; Ὥσπερ γὰρ τότε αἵματι ἡγνίζετο 6 λαός τε,
καὶ ό ναὸς, καὶ σποδῷ δαμάλεως, οὕτω καὶ νῦν
Χριστοῦ αἵματι, μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλά-
του, καὶ ἑαυτὸν ἀπαρχὴν τῶν μαρτύρων δείξαντος,
ἔτι δὲ κα). τῷ τῶν ἁγίων αἵματι, ἐφ’ ὧν ἡ Ἐκκλησία
οἰκοδομεῖται. Καὶ τότε μὲν, μορφαῖς τε καὶ ἐκτυ-
πώμασιν ἀλόγων ἐμψύχους, καὶ λογικοὺς ναοὺς ἑαυ-
τοὺς είς κατοικητήριον Θεοῦ κατεσκευακότων.
κα’. Ἰστοροῦμεν οῦν Χριστὸν τὸν βασιλέα καὶ K6-
ριον, οὐ γυμνοῦντες αὐτὸν τοῦ στρατεύματος. Στρα-
τδς γὰρ τοῦ Κυρίου οἱ ἅγιοι. Γυμνωσάτω ἑαυτὸν
τοῦ οἰκείου στρατεύματος 6 ἐπίγειος βασιλεὺς, καὶ
τότε τὸν ἑαυτοῦ βασιλέα καὶ Κύριον. ῑΔποθέσθω τὴν
ἁλουργίδα, καὶ τότε τῶν κατά τοῦ τυράννου ἀριστευ-
σάντων , καὶ βασιλευσάντων τῶν παθῶν τὸ σέϐας
περιαιρείτω. Et γὰρ κληρονόμοι Θεοῦ, καὶ συγκληο
ρονόμοι Χριστοῦ, καὶτῆς Θείας δόξης καὶ βασιλείας
κοινωνοὶ ἔσονται, τῶν παθημάτων Χριστοῦ κοινω-
νήσαντες⁸ πῶς οὐχὶ καὶ τῆς ἐπὶ γῆς δόξης συμμέ-
τοχοι χρηματίσουσιν οἱ φίλοι Χριστοῦ; t Οὐ λέγω
ὑμᾶς δούλους, φησὶν ὁ Θεός θ ὑμεῖς φίλοι μου ἐστέ. ι
Τῆς οὖν δεδομένης αὐτοῖς παρὰ τῆς Ἐκκλησίας
τιμῆς, ὰπαμφιοῦμεν αύτούς; Ὦ θρασείας χειρόςί
ὣ τολμηρᾶς γνώμης , ἀντεριξούσης Θεῷ , καὶ τοῖς
αὐτοῦ ἀντιπραττούσης προστάγμασιν ί Οὐ προσκυ-
νεῖς εῖκόνι, μηδὲ τῷ Υίῷ τοῦ Θεοῦ προσκύνει , ὃς
ἐστιν εἰκὼν τοῦ ἀοράτου Θεοῦ ζῶσα, καὶ χαρακτὴρ
ἀπαράλλακτος. Προσκυνῶ Χριστοῦ εικόνι, ὡς σε-
σαρκωμένου Θεοῦ · τῆς Δεσποίνης τῶν ἁπάντων τῆς
Θεοτόκου , οἷα Μητρὸς τοῦ Υἰοῦ τοῦ Θεοῦ’ τῶν
ἁγίων , ὡς φίλων Θεοῦ , τῶν μέχρι αἵματος ἀντι-
καταστάντων προς τὴν ἁμαρτίαν, καὶ Χριστὸν
μιμησαμένων τῇ ὑπὲρ αὑτοῦ ἐκχύσει τοῦ αἵματος,
τοῦ τὸ οίκεῖον αἷμα ὑπὲρ αὐτῶν πφεκχέαντοςο
καὶ τῶν κατ’ ἴχνος αὐτοῦ πολιτευσαμένων , τούτων
τὰς ἀριστείας καὶ τὰ πάθη ἀναγράπτους καθίστημι,
ὡς δι’ αὐτῶν ἀγιαζόμενος, καὶ πρὸς ζῆλον μιμη-
σεως ἀλειφόμενος. Ἦ γὰρ τῆς εἰκόνος τιμὴ πρὸς
τὸ πρωτότυπον διαϐαίνει, φησὶν ὁ θεῖος Βασίλειος.
⁸⁸ ibid. 15. “ Co-
⁶² Deut. tv, 16. “Rom. vni, 17. “Joan, xv, 15.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.