PG 94, col. 1260

τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τε-
λειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ
ταύτης τῆς κτίσεως. ι Καὶ πάλινο ι Οὐ γάρ είς
χειροποίητα εἰσῆλθεν ἅγια ὁ Χριστὸς, ἀντίτυπα τῶν
ἀληθινῶν, ἀλλ’ είς τὸν οὐρανόν. s Ὠστε τά πρότερα
ἅγια, ἦ τε σκηνὴ, καὶ πάντα τά ἐν αὐτῇ χειρο-
ποίητα ἦν’ καὶ ὅτι προσεκυνεῖτο, οὐδεὶς ἀντερεῖ.
Μαρτυρίαι παλαιῶν παίᾼδοκίμων ἁγίων Πατέρων
περὶ sinerem ⁷ ⁷ ⁷ .
Τοῦ ἁγίου Διοτυσέου tot: Ἀρεοπαγίτου, ἐκ τῆς
πρὸς τίτον Ἐπιστολῆς.
ι Χρὴ τοιγαροῦν καὶ ἡμᾶς, ἀντὶ τῆς δημώδους
περὶ αὐτῶν ὑπολήψεως, εῐοω τῶν ιερῶν συμ-
ϐόλων ἱεροπρεπῶς διαλαϐεῖν λ, καὶ μηδὲ ἀτιμάζειν
αὑτά τῶν θείων ὅντα χαρακτῆρσιν ἔκγονα καὶ ἀπο-
τυπώματα, καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀπορρήτων
καὶ ὑπερφυῶν θεαμάτων. ι
Σχόλιον. Ἴδε, ὡς ἔφη μὴ ἀτιμάζειν τάς τῶν
τιμίων εἰκόνας.
Τοῦ αὐτοῦ, ἐκ τοῦ Περὶ θείων ὀνομάτων (sum. α’).
ι Ταύτῃ ι καὶ ήμεις μεμνήμεθα· νῦν μὲν, ἀνα-
λόγως ήμίν διὰ τῶν ἱερῶν παραπετασμάτων, τῆς
τῶν λογίων καὶ ίεραρχικῶν παραδόσεων φιλανθρω-
πίας, αίσθητοίς τὰ νοητά, καὶ τοις οὖσι τά ὑπερ-
ούσια καλυπτούσης, καὶ μορφάς καὶ τύπους τοῖς
άμορφὼτοις τε καὶ ἀτυπὼτοις περιτιθείσης, καὶ
τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικι-
λία τῶν μεριστῶν συμὸόλων πληθυούσης τε, καὶ
διαπλατςούσης. s
Σχόλιον.Εί φιλανθρωπίας ἐστὶ τὸ τοῖς humb-
τοις, καὶ ἀμορφιὶηοις, καὶ τοῖς ἀπλοτς, καὶ ἀσχημα-
τίστοις, μορφάς καὶ τύπους περιτιθέναι, πρὸς τὴν
ἡμετέραν ἀναλογίαν, πῶς τά μορφαῖς καὶ σχήμασιν
ὁραθέντα, μὴ ἀναλόγως ἡμῖν είκονίσομεν , πρὸς
μνήμην, καὶ τὴν ἐκ τῆς μνήμης πρὸς ζῆλον κί-
νησιν ;
-Τοῦ αὐτοῦ, ἐκ τοῦ Περὶ ἐιικτζησεαστικῆς upup-
χίας (xeo. α’).
ι Ἀλλ’ αί μὲν ὑπὲρ ημᾶς οὐσίαι καὶ τάξεις, ὗν
ἤδη μνήμην ίεράν ἐποιησάμην, ἀσώματοι τέ είσι,
καὶ νοητὴ, καὶ ὐπερκδσμιός ἐστιν ἠ κατ’ αὐτάς
ιίεραρχία. Τὴν καθ’ ἡμᾶς δὲ ὁρῶμεν, ἀναλόγως ἡμῖν
αὐτοῖς, τῇ τῶν αἰσθητῶν συμϐόλων ποικιλίᾳ πλη·

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.