PG 94, col. 1425

τωρ τὸ δεύτερον 6 αὑτὸς ὡς ἄνθρωπος ἐκ Μητρός ο
δύο φύσεις καὶ μία ὑπόστασις. Ei γὰρ δύο ὑποστά-
σεις, οὑχ εἷς Υἱὸς, ἀλλὰ καὶ τετράδι λατρεύομεν. Εἰ
γὰρ ἑτέρα ὑπόστασις τοῦ μονογενοῦς Υίοῦ τοῦ Θεοῦ,
καὶ ἑτέρα τοῦ Υἱοῦ τῆς Παρθένου, ἄλλος υίὸς καὶ
ἇὶλος, καὶ οὑχ εἷς Υἱὸς, ἀλλὰ καὶ δύο · δύο γὰρ
ὑποστάσεις εἷς Υἱὸς οὑκ ἂν εἶεν. Καὶ. πάλιν, εί ἄλλη
ὑπόστασις τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ ἄλλη
τοῦ τῆς Παρθένου. ἢ ἐξώσθη 6 μονογενὴς Υἱὸς τοῦ
Θεοῦ καὶ άντεισήχθη 6 τῆς Παρθένου, ἢ τετρὰς κάθ-
ηται ἐπὶ τοῦ θρόνου, καὶ τετράδι λατρεύομεν τοῦ
Θεοῦ, Πατρὶ, καὶ Υῐῷ, καὶ ἁγίῳ Πνεύματι, καὶ Υἱῷ
τῆς Παρθένου. Ἀλλὰ μὴ εἵη τοῦτο φρονεῖν ἡμᾶς,
ἀλλὰ μίαν τοῦ Θεοῦ Λόγου, τοῦ μονογενοῦς Υἱοῦ τοῦ
Θεοῦ μετὰ τῆς σαρκὸς αὑτοῦ σύνθετον ὑπόστασιν
ὲκ δύο φύσεων, καὶ ὲν δυσὶ τελείαις ταῖς φύσεσιν·
ἀλλ’ άδιαιρέτοις, ἀσυγχύτοις, καθ’ ὑπόστασιν ἀδιασ
σπάστως ἡνωμέναις. Οὐ λέγω μίαν φύσιν σύνθετον,
ἵναμὴ ἑτεροφυῆ καὶ ἑτεροούσιον τοῦ Πατρὸς τὸν
Ῡίὸν βλασφημήσθη ο. ’Λπλῆς γὰρ, καὶ o6 συνθέτου
φύσεως 6 Πατήρ · ἀλλὰ λέγω ὑπόστασιν μίαν σύνθετον,
ἵνα μηδὲ γυμνδν εἴπω Θεὸν, μηδὲ ἄνθρωπον ψιλὸν,
μηδὲ τετάρτην τῇ Τριάδι παρεισενέγκω ὑπόστασιν. Εἰ
γάρτέλειός ἐστιν ὲν θεότητι, τέλειος ὲν άνθρωπότητι 6
αὐτὸς μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως παντὶ
δῆλον, ὅτι ὲν μιᾷ τῆς θεότητος φύσει ἦν ὁ Υἱὸς τοῦ
Θεοῦ, καὶ μόνον Θεὸς ὑπῆρχε καθά καὶ 6 Πατὴρ καὶ τὸ
Πνεῦμα τδ ἆγιον. Ὅθεν δὲ δι’ ἄφατον ἅγαθὸτητα τὴν
ἡ μῶν προσελάϐετο φύσιν, καὶ ὴνώθη ἡμῖν γενόμενος,
ἐστὶν ἀ ὲν θεότητι τέλειος ἄνθρωπος καθ’ ὁμοιότητα
ἡμῶν χωρὶς ἁμαρτίας, τότε ὡράθη ἐν δυσὶ φύσεσιν.
Et γὰρ τέλειός ἐστιν ὲν θεότητι μετὰ τὴν ἕνωσιν,
καὶ τέλειος ὲν ἀνθρωπότητι 6 αὐτὸς, πάντως ὲν
δυσὶν ἔσται τελείαις ταῖς φύσεσι ⁶ θεότης γὰρ καὶ
ἀνθρωπότης, δύο φύσεις, καὶ οὑ μία. Οὐδὲ γὰρ τὸ
κτιστὸν καὶ τὸ ἄκτιστον μία φύσιςο οὐδὲ τὸ παθητὸν
καὶ τὸ ἀπαθὲς μία φύσις. ΕΞ γάρ μία φύσις τῆς
Θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὑτοῦ.
σύνθετος, ἔπαθεν δὲ 6 Χριστὸς, ἡ μία αὑτοῦ φύσις
ἔπαθεν, τουτέστιν ἡ ἀνθρωπότης αὑτοῦ. Ei δὲ δύο
φήσομεν τὰς τοῦ Χριστοῦ φύσεις, μίαν ἀπαθῆ, καὶ
μίαν παθητὴν, πάσχει ο τὸ παθητὸν φύσει, καὶ άπα-
θὲς μένει τὸ ἀπαθές. Πῶς δὲ καὶ μιᾶς φύσεως ὣν,
ἔστι τῷ Πατρὶ όμοούσιοςς Οὐδὲ γὰρ 6 Πατὴρ καὶ
ἡμεῖς ὁμοούσιοι, οὔτε 6 Πατὴρ, εὐτε ἡμεῖς ὲκ θεό-
τητος καὶ ἅνθρωπότητος σύνθετοι ⁸ ὑπόστασιν δέ φημι
σύνθετον μίαν, 06 γὰρ ύπῆ ρξεν ἡ ἔμψυχος σὰρξ τοῦ
Κυρίου καθ’ ἑαυτὴν, οὑδὲ ἰδίαν ἔσχενὺπόστασιν,
οὐδὲ ἐγένετο καθ’ ἑαυτὸν 6 δεῖνα, ἀλλὰ τοῦ Θεοῦ
Λόγου γέγονε, καὶ αὑτὸν ἔσχεν ὑπόστασιν. Διὸ ὁμο-
λογῶ καὶ κηρύττω νῷ, καὶ καρδίᾳ, καὶ στόματι,
κυρίως καὶ ἀληθῶς Θεοτόκον τὴν ἁγίαν Παρθένον
Μαρίαν, ὡς ἀληθῶς τὸν προικῶνιον καὶ μονογενῆ
echo, βλασφημήσω. τι Lego, ὥσπερ aut simile_quidpiam. ο Addo, πῶς

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.