PG 94, col. 1428

γ’. Ἔτι όμολογῶ διπλᾶ πάντα τά φυσικά αὐτοῦ
τῶν duo φύσεων ἰδιώματα, τὸ ἀκτιστον καὶ ἄναρχον
τῆς θεότητος, τὸ κτιστὸν καὶ ἠργμένον τῆς ἀνθρωπό-
τητος, τὸ ἀπερίγραπτον καὶ ἀόρατον καὶ ἀναφὲς τῆς
θεότητος, τὸ πε ριγραπτὸν καὶ ψηλαφητὸν καὶ όρατὸν
τῆς ἀνθρωπότητος. τὸ ἀπαθὲς τῆς θεότητος, τὸ παθη-
Β τὸν τῇς ἀνθρωπότητος ο θεῖον φυσικὸν θέλημα , καὶ -
ἀνθρώπινον φυσικὸν θέλημα, θείαν φυσικήν ἐνέρ-
γειαν, καὶ φυσικὴν ἀνθρωπίνην ἐνέργειαν. Ἤθελε
γὰρ καὶ ἐνήργει, ὡς Θεὸς καὶ τῷ Πατρὶ όμοούσιος,
τὰ θεῖα θαυματουργῶν, καὶ ήθελε καὶ⁸ ἐνήργει τὰ
ἀνθρώπινα ὡς ἄνθρωπος, καὶ ἡμῖν όμοούσιος, θέλων,
καὶ ἐνεργῶν, καὶ πάσχων τὰ καθ’ ἡμᾶς. Ἤθελε δὲ
καὶ ἐνήργει τὰ φυσικά καὶ ἀδιάϐλητα τῆς ἡμετέ-
ρας φύσεως θελήματα, οὐκ ἐναντιότητι γνώμης, ἀλλ’
ἰδιότητι τῶν φύσεων. Οὐ γὰρ τὸ φυσικὸν θέληματοῦ
ἀνθρώπου ἐναντίον τοῦ θείου θελήματος.. Θελήματι
γὰρ Θεοῦ καί εὐδοκία θέλει ἄνθρωπος τὰ φυσικά·
θέλων γὰρ ὁ Θεὸς ταῦτα τῇ φύσει δέδωκε. Τὰ δέ
καθ’ ἡμετέραν γνώμην καὶ ἡδονὴν ἁμαρτητικὰ παρὰ
τὸν θεῖον νόμον, ταῦτα ἐναντία τοῦ θείου θελήματος,
γνωμικά καὶ ὑποστατικά θελή ματα. ⁸ ὡς μέν οὖν Θεὸς
6 Χριστὸς, ἤθελε θείᾳ θελήσει, καὶ ἐνεργείᾳ θείᾳ
ἐνήργει σὺν τῷ Πατρὶ καὶ τῷ meeum τὰ θεῖα, οἷον
τὴν τοῦ παντὸς συνοχὴν καὶ κυϐέρνησιν, τὴν τῶν ἀν-
θρώπων σωτηρίαν, καὶ ὅσα τῆς θείας φύσεώς ἐστι
θελητά ’ ὡς δὲ ἄνθρωπος , ήθελε ἀνθρωπίνῃ θελήσει,
καὶ ἐνεργείᾳ ἀνθρωπίνῃ ἐνήργει τὰ φυσικὰ τῆς ἁνη
θρωπότητος, οἷον φαγεῖν, πιεῖν, όρᾷν, νοεῖν, ἐκτεί-
νειν χεῖρα, περιπατεῖν, ὑπνοῦν, καὶ τά τοιαῦτα
πάντα κατὰ τὴν Πατρικήν εὐδοκίαν. Ἤθελε δὲ καὶ
ὡς Θεὸς τὴν ήμῶν σωτηρίαν ⁶ τὸ καθ’ ἡδονὴν ἁμαρ-
τητικὸν καὶ παρήδρυσιν τ οὑ παρεδέξατο θέλημα·
ἁμαρτίαν γὰρ οὑκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ
στόματι αὑτοῦ. Θεία γὰρ ὢν ὑπόστασις, καὶ φύσιν
ἀνθρωπίνην ἀναλαϐὼν, τῇ φυσικῇ θελήσει τῆς ἀν-
θρωπότητος, κατὰ τὸ θεῖον τῆς ὑποστάσεως αὐτῆς
ἐχρήσατο θέλημα· καὶ οὕτως ό νέος τὸν παλαιὸν
’Δδάμ ἀνεσώσατο ο γέγονε γὰρ ἐν πᾶσιν ὑπήκοος, ὡς
ἄνθρωπος, τῷ Θεῷ καὶ Πατρὶ ἕως θανάτου. Οὐ γὰρ
ὡς Θεὸς γέγονεν ὑπήκοος. ’Υπακοὴ γάρ ἐστιν αὺτ-
εξούσιος ὐποταγὴ tofi οἰκείου θελήματος ἑτέρῳ θελής
ματι ' τὸ δὲ θεῖον θέλημα οὐ δοῦλον, οὐδὲ ὑπήκοον.
Οὐκ ἔστι γὰρ τῆς θείας θελήσεως τὸ ὀρέγεσθαι βρώ-
σεως, πόσεως, ὕπνου, θέλειν λαθεῖν, καὶμὴ δύνα-
σθαι · τὸ γὰρ θεῖον θέλημα παντοδύναμον · οὐδέ ἐστι

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.