PG 94, col. 1432

τῆς πίστεως εὔχομαι παραστῆναι τῷ φρικτῷ τοῦ
Χριστοῦ βήματι.
ζ’. Δέχομαι δὲ τὰς ἁγίας ἐξ συνόδους’ πρώτην,
τὴν ὲν Νικαίᾳ τῶν τιη¹ ἁγίων Πατέρων κατὰ Ἀρείου
τοῦ Τριθεῖτου. Δευτέραν, καὶ τὴν ὲν Κωνσταντινου-
πόλει τῶν ρν’, κατὰ Μακεδονίου τοῦ πνευματομὰχου.
Τρίτην, καὶ τὴν ὲν Ἐφέσῳ τὺ πρότερον, τῶν διακο-
σίων, κατὰ Νεστορίου τοῦ διαιρέτου τῆς Χριστοῦ τοῦ
Θεοῦ ὑποστάσεως, καὶ ἁνθρωπολὰτρου, καὶ τετραδό·
φρονος, καὶ δυσμενοῦς τῆς ἀληθῶς Θεοτόκου. Τετὰρ-
την, καὶ τὴν ἐν Χαλκηδόνι τῶν χλ’, κατὰ Εύτυχέως
καὶ Διοσκόρου τῶν Θεοπασχιτῶν. Καὶ τὴν πέμπτην,
τὴν ὲν Κωνσταντινουπόλει τῶν ρξδ¹ ἁγίων Πατέρων,
κατὰ Ὦριγένους τοῦ ληρὴσαντος γέροντος· καὶ τὴν
ἕκτην, τῶν σπθ’, ὲν τῇ μεγίστῃ Κωνσταντινουπόλει
ἁγιωτάτην καὶ ὀρθοδοξοτὰτην σύνοδον κατὰ Σεργίου,
καὶ Κύρου, καὶ Παύλου, καὶ Πέτρου, καὶ Πύρρου,
καὶ Μακαρίου, καὶ Στεφάνου τοῦ αὐτοῦ μαθητοῦ συγ-
κροτηθεῐσαν· καὶ πάντα τὰ ὑπ’ αὐτῶν ὁρισθέντα,
στέργω καὶ ἁσμενίζομαι, δεχόμενος πάντας οὓς ἐδέ-
ξαντο, καὶ ἁποϐαλλόμενος xai. ἁναΘεματίζων πάν-
τας οὒς ἁπεϐἁλοντο, καὶ πᾶσαν αἵρεσιν, ἀπὸ Σίμωνος
τοῦ Μάγου μέχρι τῶν νῦν κινηοεισῶν κατὰ τῆς
ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἐκκλησίας.
η’. Καὶ δμνυμι κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου ’καὶ
προσκυνητῆς Τριὰδος, παντὸς δόλου χωρὶς, οὕτω
φρονεῖν, καὶ μηδὲν ἓτερον παρὰ ταῦτα δέχεσθαι, καὶ
κοινωνεῖν ὲτεροπίστῳ οὓτως μὴ δμολογοῦντι,
έξαιρέτως τοῖς Μαρωνίταις · μήτε δέχεσθαι κληρικδν
δίγαμον εἰς ίερατεῖον, ἢείς οἵαν δήποτε ἐγχείρησιν
[ἰατρικῶς ἁρμόζουσαν. ’Υποτὰσσεσθαι τῇ ἁγιωτάτῃ
καθολικῇ καὶ ἁποστολικῇ Ἐκκλησία τῆς φιλοχρίστου
ἡμῶν μητροπόλεως Δαμασκοῦ, καὶ ὲν πᾶσι πείθεο
σίδαι καὶ ὑπακούειν τῇ σῇ ἁγιωσύνῃ, καὶτοῖς μετ’
αὐτὴν τῆς ἁγιωτάτης Ἐ’κκλησίας προστατεύουσι,
καὶ ’μὴ δέχεσθαί τινα τῶν Μανιχαίων τῶν ἐκϐληθέν-
των τῆς σῆς ἁγιωσύνης, παρὰ γνώμην καὶ κὲ-
ὶευσιν τῆς σῆς ἁγιότητος. Στοιχεῖν δὲ καὶ ἐμμένειν
τοῖς ἁγίοις κανόσι τῶν ἁγίων ἀποστόλων, τῶν τε
ἁγίων συνόδων, καὶ τοῦ ἁγίου καὶ θεοφὰντορος-Βαζ
σιλεὶου ο ταῦτα πάντα φυλάξω Θαρρῶν τοῖς τοῦ Θεοῦ
ἀφάτοις οίκτιρμοῖς καὶ ταῖς ὑμετέραις εύχαίς, καὶ
μετὰ ταύτης τῆς πίστεως παραστήσομαι τῷ βήματι
τοῦ Χριστοῦ, καὶ τύχω τῆς αὑτοῦ σωτηρίας τῇ αὐτοῦ
χάριτι. Αὐτῷ ὴ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ
harp! καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ είς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.