PG 94, col. 1448

ιὺτὸν ὅρον ταττόμενα μίαν, xui ού δύο φύσεις
x'. Ei ὁμοούσιος ἠ τοῦ Θεοῦ Λόγου σὰρξ τῇ ἀκτί-
στῳ αὑτοῦ θεότητι καθ’ ὑμᾶς, συνουσίωσιν νοσείτε.
Kui τι μὴ τὸ πάλαι ὑμῖν ὼδινόμενον ἀπορῥήγνυται;
Εἰ δὲ οὐχ όμοούσιος, πῶς τὰ μὴ ὁμοούσια μιᾶς ἂν
εἴη φύσεως ; ἢ πῶς τὰ μιᾶς φύσεως οὐχὶ xui ὁμο-
ούσια ; Et μὴ γὰρ μεθύομεν, ὁμοουσιότητος ὅρος ἐστὶ
τὰ τὴν αὑτὴν οὐσίαν ἔχοντα.
xu'. Et ὀμοούσιος τῷ Πατρὶ xui όμοούσιος ἡμῖν
κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν 6 Χριστὸς, xui ἡμεῖς
ὲκ παντὸς τῷ Πατρὶ ὁμοούσιοι’ τὰ γὰρ τῷ αὑτῷ
κατὰ τὴν αὑτὴν φύσιν όμοούσια, καὶ ἀλλήλοις εἰσὶν
ὁμοούσια. Ei δὲ κατὰ τὴν Θεότητα τῷ Πατρί ἐστιν
ὀμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀνθρωπότητα ο Θεότης,
εἴπατε, xui ὰνθρωπότης μία φύσις ὲστῐνς Ἀλλ’ si
μὲν ού μία, δύο πάντως xui δύο φύσεις ὲστὶνό
Χριστὸς, xui ὲν δύο φύσεσιν. Ei 6sjtiu, πῶς δια-
φέρουσι ; Τὰ γὰρ διαφέροντα , ἢ ούσιωδῶς διαφέρει,
ἢ ὲπουσιωδῶς· ἀλλ’ εἰ μὲν ὲπουσιωδῶς, ὑποστάσεις
ἂν εῑεν, xui οὑ φύσεις ο εἱ δὲ οὑσιωδῶς, φύσεις. Τὰ
γὰρ διαφέροντα, τὸ ἐλάχιστον δύο· τὸ γὰρ ἓν. καθὸ
ἓν, οὑ διαφέρει. Συνεισφέρειν γὰρ οἶδεν ἐξ ἀνάγκης
τὸν ἀριθμὸν ἡ διαφορά.
κβ’. Τὰ ὁμοούσια τὸν αὐτὸν ἐπιδέχεται λόγον. Ei
οὖν 6 Χριστὸς μία φύσις ἐστὶ σεσαρκωμένη, xui
οὗτος, ὥς φατε, τῆς αὑτοῦ οὐσίας 6 ὅρος ἐστίν·
ὁμοούσιος δέ ἐστι xui Πατρὶ, xui ἡμῖν ὁμοούσιος·
ἄρα ἔσται xui 6 Πατὴρ καὶ ἡμεῖς μία φύσις θεότη-
τος σεσαρκωμένη.
κγ’. Ἦ διαφορὰ τούλάχιστον δύο εἰσάγει τὰ δια-
φέροντα, ἢ φύσεις, ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν
ἑαυτῆς διαφέρουσαν ο xui si μὲν φύσεις, οὑσιωδῶς ο
ει δὲ ὑποστάσεις ,ζὲπουσιωδῶς · εἰ δὲ μίαν ὑπόστασιν
ἀλλοιουμένην xui μεταϐαλλομένην, κατὰ τὺ χωριστὸν
συμϐεϐηκός ο ἕλεσθε τοιγαροῦν τούτων θάτερον, ἢ
δύο ὑποστάσεις μετὰ τὴν ἕνωσιν τὸν Χριστὸν εἵ-
πατε, ἢ κατὰ τὸ χωριστὸν συμϐεϐηκὸς διαφέρειν
τὴν θεότητα αὑτοῦ τῆς αὑτοῦ ὰνθρωπότητος, xui
ἔσται τὸ ἄκτιστον , xui ἄναρχον , xui ἀπαθὲς , καὶ
παντοδύναμον , καὶτὰ τοιαῦτα, ὁμοίως δὲ xui τὸ
κτιστὸν, xui ἠργμένον, xui παθητὸν, xui τὰ τοιαῦτα,
συμϐεϐηκότα, xui ταῦτα χωριστὰ, xui τρεπτὰ, καὶ
ἀλλοιωτὰ te ὦν 6 Χριστὸς, ἢ δύο φύσεις τὸν Χριστὸν
μεθ’ ἡμῶν xui τῆς ἀληθείας κηρύξατε, ὧν καὶ τὴν
διαφορὰν ὁμολογεῖτε. Οὑσιῶν γὰρ διαφορὰν λέγοντες,
ούσῶν λέγειν xui σωζομένων ἀναγκασθήσεσθε. Τοῦ
γὰρ μὴ ὖντος οὔτε διαφορὰ ἂν εἴη. Πῶς γὰρ διαφέ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.