PG 94, col. 1453

η ἡμῶν ἔστιν εἰπεῖν καὶ φρονῆσαι. Ἦ αὐτὴ γὰρ
φύσις οὐσιώδη διαφορὰν πρὸς ἑαυτὴν ὀὐχ ἕξει
ποτέ. ο
λε’. Εἰ μία φύσις ἐστὶ τοῦ Χριστοῦ, εἴπατε ἡμῖν
τὸ ταύτης ὄνομα. Χρὴ γὰρ τὸ ὃν, καὶ ὀνομάζεσθαι,
καὶ⁸ οἰκείως ὀνομάζεσθαι, ὥσπερ Θεοῦ φύσις θεότης,
καὶ ἀνθρώπου ἀνθρωπότης. Πῶς οῦν τὴν Χριστοῦ
φύσιν ὀνομάσομεν ; Χριστότητα; ἀλλῖ οὐδεὶς τῶν
θεοπνεύστων εἴρηκε τοῦτο ’ ἀλλὰ θεοτητοανθρωπόο
τητα ; ἀλλ’ οὐδὲ τοῦτο. Τί δὲ ἡμῖν φύσιν ἀνώνυμον
ἔίσκομέζετε ; Ei δέ φατε, ὅτι καινοτομοῦνται φύσεις,
καὶ τῷ ξένω τοῦ μυστηρίου ξένον τι γίνεται· ἀλλ’ Β
οὐδὲν τῆς τοῦ Θεοῦ φύσεως ἀληπτότερον ἦ ὑψηλό-
τερον, καὶ ὅμως τὸ μόνον ἄληπτον ἠνέσχετο πρὸς
ἡμῶν ὀνομάζεσθαι. ’Ἡ τοίνυν ὑψηλοτέραν καὶ κρείτ-
τονα τῆς θεότητος τὴν πρὸς ἡμῶν σχεδιασθεῖσαν
φύσιν εἴπατε, καὶ ἀρκεῖ ἡμῖν. Ἢ ταύτης ὄνομα ὲμ-
φανίσατε, ἦ μετὰ τῶν κηρύκων τῆς ἀληθείας θεό-
τητα καὶ ἀνθρωπότητα τὰς φύσεις Χριστοῦ εἴπατε,
καὶού τὴν φύσιν. Θεότης γὰρ καὶ ἀνθρωπότης μία
φύσις οὐκ ἐστιν.
λς’. Et ἐκ θεότητος καὶ ἁνθρωπότητος μία φύσις
ἐστὶ τοῦ Χριστοῦ, μέρος φύσεως, καὶ οὐ τελεία
φύσις ὴ θεότητος ὲν τῷ Χριστῷ, ὁμοίως καὶ ἀνα
θρωπότης.
· λζ’. Et ἡ σύνθετος ὑμῶν φύσις, οὐδὲ τῷ Πατρὶ
καθόλου ἐστὶν ὀμοούσιος, οὐδὲ τῇ Μητρὶ, τὸ δὲ ὅλον
ἐστὶν ὁ Χριστός ο ὁ Χριστὸς, Χριστὸς, οὐδενί ἐστιν
ὁμοσύσιος. Καὶ εί τοῦτο, ὅτι ιστί τινι ὀμοούσιος,
οὐκ εστι Χριστὸς ὁμοούσιος ο οὖν ὢν τῷ Πατρὶ οὐκ
ιστι Χριστός. ’Δνάγκη τοίνυν δυοῖν θάτερον, ἢ ὁμοούο
σιον ὄντα τῶ Πατρὶ, μὴ εἶναι Χριστὸν,ῆ Χριστὸν
ὄντα, μὴ εἶναι τῷ Πατρὶ ὀμοούσιον.
λη’. Τὰ συντιθέμενα ἐξ ἐναντίων συντίθεται, οὐ.
σία δὲ κατὰ τοὺς φυσικοὺς οὐδέν ἐστιν ἐναντίων.
Ἀδύνατον οὖν εἶναι οὐσίαν ἐξ οὐσιῶν σύνθετον.
λθ’. Τὰς φύσεις , ἦτοι οὐσίας, αἱ οὐσιὼδιις συν-
ιστῶσι διαφοραί · εί οὖν ὲκ θεότητος καὶ ἀνθρωπό-
τητος μία φύσις συνέστηκεν, ἔσονται θεότης καὶ ἀν-
θρωπότης οὐ φύσεις, ἀλλ’ οὐσιῶδεις διαφοραί. ·
μ’. Τ ὰ μιᾶς ὅντα οὐσίας, ἑτερούπόστατα πάντως ο
τὰδὲ μιᾶς ὑποστάσεως ὲτεροούσια. Τὴν θεότητα
τοιγαροῦν καὶ τὴν ἁνθρωπάτητα τοῦ. Χριστοῦ, ἢ μιᾶς
οὐσίας λέγοντες, εἴπατε ἄλλης καὶ ᾅλλης ὑποστάσεως
εἶναι, ἢ μιᾶς ὑποστάσεως λέγοντες, δύο φύσεις, οὐ
μίαν ὁμολογήσατε. Ἔνθα γὰρ τδ ἑτεροούσιον, μία
φύσις οὐκ ἔστιν · ἢ οὖν ὁμοούσιον εἴπατε τὴν σάρκα
τῇ τοῦ Λόγου θεότητι, ,ἢ ὲτεροούσια λέγοντες, δύο
φύσεις ὁμολογήσατε.
statuialem esse dicite, aut diversae esse substantia: praedicantes, duas naturas confitemini.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.