PG 94, col. 1512

ε’. Ὅτι δὲ οὐ κᾶτὰ χρόνον άνάρχους εἶναι δυνατὴ
τὰς καθ’ ὑμᾶς δύο ἀρχὰς, οὕτω γνωσόμεθα· τὸ μὴ
ἀρξάμενον τοῦ εἶναι, ἄτρεπτόν ἐστιν ⁶ εί γὰρ ἐτράπη.
οὐ παντελῶς ἐστιν ἄναρχον.Τρεπόμενον γὰρ ἐξ ἀσω-
μάτου είς σῶμα, ἤ ἐξ ἀνέιδέου είς εἶδος, ἢ ἐξ hx-
νήτου είς κίνησιν, ἢ ἐξ ἡσυχίας ἢ ἠρεμίας είς στά-
σιν, ἄρχεται τοῦ γίνεσθαι ὅπερ οὐκ ἦν πρότερον· καὶ
οὐκ ἐστιν ἄναρχον, τρεπόμενον ὲξ άνάρχου είς ἀρχό-
μενον ° τὸ γὰρ ἀρχὴν λαμϐάνον, καὶ ἠργμένον, οὐκ
ἄναρχον. MAN. Τί οὗνς ὀ κατὰ σὲ Θεὸς οὒκ ἐτράπη
γεννήσας Υίδν, καὶ προαγαγὼν Πνεῦμα; ΟΡΘ. ω-
δαμῶς ° οὐ γὰρ λέγω, μὴ ὢν πρότερον Πατὴρ, ὓστε-
ρον γέγονε Πατήρ· ἀλλ’ ἀεὶ ἦν, ἔχων ἐξ ἑαυτοῦ τὸν
αὑτοῦ Λόγον, καὶ διὰ τοῦ Λόγου αὑτοῦ ἐξ αὑτοῦ τὸ
Πνεῦμα αὑτοῦ ἐκπορευόμενον.
r ς’, MAN. Εἶτα οὐδὲ κτίσας ὕστερον τὴν κτίσιν,
ίτράπη δημιουργὸς γενόμενοςς ΟΡΘ. Οὐδαμῶς.
MAN. Πῶς τοῦτο λέγεις; ΟΡΘ. Ὀτι οὐκ ἑκ τῆς
οὐσίας αὐτοῦ τὴν κτίσιν προήγαγεν, ἀλλ’ ὲκ τοῦ μὴ
ίντος είς τὸ εἶναι, θελήματι. MAN. Είτα ὅτε ἠθέ-
λησε γενέσθαι τὴν κτίσιν, οὐκ ἐτράπη, θελήσας ὅπερ
sint ἤθελε πρότερον; ΟΡΘ. Οὐδαμῶς · οὐ γὰρ πρό-
τερον μὴ Θέλων, ὕστερον ⁴ἠθέλησεν, ἀλλ’ ἀεὶ ἢθελεν
ὲν τῷ ὑπ’ αὑτοῦ ὡρισμένῳ καιρῷ γενέσθαι τὴν κτί-
σιν.
ζ’. Ὅτι δὲ οὐδὲ κατὰ τόπον δυνατὸν δύο εἶναι άν-
άρχους, οὕτω γνωσόμεθα· τὰ δύο, ὲν ἀλλήλοις
είσίνο ἀδύνατον δὲ φῶς, καὶ σκότος ὲν ἀλλήλοις εἶναι’
φωτὸς γὰρ παρουσία, σκότος διαλύει ο ἢ ἕκαστον αὑ-
τῶν ὲν τῷ ἰδιάζοντι τόπῳ ὲστί. Περιορίζονται οὖν
ἶκαστον ὲν τῷ ἰδίῳ τόπῳ, καὶ ὀδ τέλος τοῦ τόπου τοῦ
ἑνὸς, ἀρχὴ τοῦ ἐτέρου γίνεται · ἀλλὰ καὶ ἀδύνατον
ἄμικτον εἶναι τῷ σκότει τὸ φῶς, μὴ δντος τινὸς δια-
φράγματος, τοῦ κωλύοντος συγκραθῆναι ἀλλήλοις.
Χρὴ οὖν εἶναι τὸ φῶς, καὶ τὸν τόπον αὐτοῦ, καὶ τὸ
σκότος καὶ τὸν τόπον αὑτοῦ, καὶ τὸ διάφραγμα τὸ
διατειχίζον καὶ διορίζον ἑκάστου αὐτῶν τὸν τόπον ’
καὶ ἔσονται, οὐ δύο ἀρχαὶ, ἀλλὰ πέντε.
η’. MAN. Τί οὗν, δ κατὰ σὲ Θεὸς, καὶ ὁ Υίὸς αό-
τοῦ, καὶ τὸ Πνεῦμα αὐτοῦ, οὐ τοῖς αὐτοῖς παραπε-
σοῦνται; ΟΡΘ. Οὐδαμῶςο ἐγὼ γὰρ οὐκ ἐν τόπῳ
φημὶ εἶναι τὸ Θεῖον ⁸ άποσον γὰρ καὶ άπερῦηπτόν
ἐστιν · ossi κεχωρισμένας ἀλλήλων φημὶ τὰς τρεῖς
ὑποστάσεις · ἀλλ’ ὥσπερ ὁ λόγος ὲκ τοῦ νοῦ γεννώ·
μενος, οὐκ ἐκφοιτᾷ ἐξ αὑτοῦ, οὐδὲ χωρίζεται, ἀλλ’ ἐξ
αὑτοῦ γεννᾶται, καὶ ὲν αὐτῷ ἐστιν, οὕτως ὁ Υἱὸς καὶ
τὸ Πνεῦμα ἐκ τοῦ Πατρός εἰσι, καὶ ὲν αὐτῷ. Μία
γὰρ οὐσία, καὶ ὑποστάσεις ἁδιάστατοι, ἔπειδὴ al δυ-
νάμεις τοῦ νοῦ ὰδιάστατοι αὐτοῦ είσιν.⁹]”περφυῶς
γὰρ ὁ Λόγος καὶ τὸ Πνεῦμα, καὶ δυνάμεις είοὶ τοῦ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.