PG 94, col. 1525

χάριτι πάλιν ἄρχονται τοῦ εἶναι, καὶ ἀνακαινίζονται.
Ὥσπερ γὰρ τὸ ἀκίνητον 1 σῶμα ἀρξάμενον τοῦ κι-
νεῖσθαι, ἐκ τόπου ἤρξατο, τουτέστι τὸ κυκλικὸν,
φθάνον δὲ τὸν τόπον ὅθεν ἤρξατο, ἐπλήρωσε τὴν πε·
ριφέρειαν καὶ τὸ κυκλικὸν, πάλιν δὲ ἄρχεται τῆς κι-
νήσεως. καὶ νέαν ἀρχὴν κινήσεως ποιεῖται, καὶ οὕτω
διαμένει κινούμενον, ἕως ἂν ό κελεύων αὐτὸ κινεῖ-
σθαι θέλῃ · οὕτω καὶ οἱ ἄγγελοι κινούμενοι ζωτικῶς,
καὶ φθάνοντες τὸ φυσικὸν τέλος τῆς ἑαυτῶν ὑπάρ-
ξεως, ἄρχονται τῆς ζωτικῆς κινήσεως πάλιν, προστά-
ξει τοῦ ποιήσαντος αύτούς. Ἀεὶ γὰρ παρά Θεοῦ τὸ
εἶναι, καὶ ζωτικῶς καὶ νοερῶς κινεῖσθαι ’λαμϐάνου- Β
σιν, οὐκ ἐξ ἑαυτῶν ἔχοντες τοῦτο. ι”Ωσπερ τροχὸς
κινηθεὶς, κινεῖται καὶ παύεται· ἐὰν δὲ ἔχῃ τὸ ἀεικίο
νητον τ, ἀεὶ κινεῖται. οὐκ ἐξ ἐαυτοῦ ἔχον τὴν κίνη-
σιν · οὕτω καὶ οί ἄγγελοι, ούκ ἐξ ἑαυτῶν ἔχοντες τὸ
εἶναι, ὅσον κινεῖ αὐτοὺς ό ποιήσας, κινοῦνται· ἂν
μέντοι ἐκεῖνος μὴ κινήσῃ , παύονται τῆς κινήσεως.
Ὥστε τὸ ἀρχὴν ἔχον, πάντως καὶ τέλος· καὶ τὸ τέ-
λος ἔχον πάντως καὶ ἀρχήν. Καὶ τὸ φύσει ἄναρχον
κατά πάντα ἀναρχόν ἐδτι, κατά τε αἰτίαν, καὶ χρό-
νον, καὶ τόπον, καὶ ἐξοῦσίαν.
tor movet :quod si ille movere desierit, moveri desinent. Itaque quod initium habet, omnino et
finem habet : ac vicissim quod finem habet,
expers est, omni ex parte est principii expers ; hoc est, et causae, et temporis, et loci, et potentia: ra.
tione.
κβ’. Τὰ οὖν δύο, ἢ ἐν ἀλλήλοις ἔσονται,ἦ τόπῳ
περιγραφήσονται, καὶ οὐκ ἀναρχά είσι · πῶς γὰρ ἐν
ἀλλήλοις τὸ φῶς καὶτὸ σκότος; τὸ γάρ φῶς, τοῦ
σκότους ἀναιρετικόν. El δὲ ³ μεθόριά είσι τοῦ φωτὸς,
καὶ μεθόρια τοῦ σκότους, οὐδὲ τὸ φῶς ἀπερίγραπτον,
ὡς μὴ πανταχοῦ ὃν, οὐδὲ τδ σκότος · καὶ ού παντελῶς
ἄναρχα, ἔχοντα τοπικὴν ἀρχὴν. Ἀμήχανον γὰρ, μὴ
’ὄντος τινὸς διατειχίσματος-καὶ τοίχου ἀνεπίμικτον
παντελῶς εἶναι τδ φῶς καὶ τὸ σκότος. El γὰρ ἐν νυ-
κτὶ λύχνον ἀνάψωμεν, ό μὲν περὶ τὸν λύχνον τόπος
φωτεινότερος ἔσται, κατά μικρὸν δὲ διάστημα ἔσται
σκοτεινότερον, μέχρις ἂν τελείως ἐκλείπῃ τὸ φῶς,
καὶ καθαρὸν σκότος γένηται, φωτὸς ἀνεπίμικτον. Ἦ
γὰρ ἐξ ἀρχῆς ἐμίγνυτο τῷ φωτὶ τδ σκότος, καὶ οὐκ
ἐναντία παντελῶς ταῦτα, καὶ ἀκοινώνητα· ἢ ἕτερόν
τι μεσότοιχον ἦν ἀπ’ ἀρχῆς τὸ ταῦτα χωρίζον ⁸ καὶ
οὐκέτι δύο ἀρχαὶ, ἀλλὰ τρεῖς. Τὸ φύσει πεφυκὸς ού
μεθίσταται· τὸ δὲ μεταϐαλλόμενον, ού φύσει. Εί οὖν
φύσει ἀκοινώνητα τὸ φῶς καὶ τὸ σκότος, πῶς ἐκοι-
νώνησε μετά ταῦτα; Πῶς ἐξ ἀγαθοῦ καὶ πονηροῦ,
ἓν ζῶον ἀπετελέσθη, ό ἄνθρωπος ; Εί γὶάρ συνεϐιϐά-
σθησαν, ἐκοινώνησαν ἀλλήλοις. '0 γὰρ συμϐιϐασμὸς
κοινωνία γνώμης ἐστί’ καὶ οὔτε ό ἀγαθὸς καθαρῶς,
‘ Damasc. lib. ι, cap. 8.; lib. ιι. cap. 3 et 6 : ⁷
ἾΑΒΙΔΕ LECTIONES.
(ι mebcl‘. legit ἀεικίνητον, ιιι infra, uhi dc motu lroehi, consentientibus mss. et Leuuclavii editione.
ἱ
τ Basil. τὸ ἁκίνήτον. ³

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.