PG 94, col. 529

Ὠς γάρ ἡ φωτὸς στέρησις σκότος ἐστὶν, οὓτω καὶ ἡ
τῆς γνώσεως στέρησις λογισμοῦ σκότος ἐστίν ° ἀλόγων
μὲν γὰρ η ἄγνοια ῐδιομ ’ λογικῶν δὲ, ἡ γνῶσις. ’ῼ
τοίνυν μὴ πάρεστι γνῶσις, γνωστικῷ κατά φύσιν
δντι, καὶ ἑπιστημονικῷ, οὗτος, κατά φύσιν ῶν λογι-
κὸς, ἐξ ἀμελοῦς καὶ ῥᾳθύμου ψυχῆς ἀλόγων ἐστὶ
χείρων · γνῶσιν δέ φημὶ, τὴν ἀληθῆ τῶν όντων γνῶ·
σιν P · τῶν γάρ ὄντων αί γνώσεις. Ἦ ψευδὴς γνῶσις ιι,
ὡς τοῦ μὴ“δντος οὖσα γνῶσις, ἄγνοια μᾶλλον, ἥπερ
γνῶσίς ἐστι. Τὸ γάρ ψεῦδος ἕτερον οὐδὲν, ἢ τὸ μὴ
'61, “Gemit-ev. Ἐπειδὴ τοίνυν ού γυμνῇ τῇ ψυχῇ Β
ζῶμεν, ἀλλ’ ῶσπερ ὑπὸ παραπετάσματι τῷ σαρκίῳ
καλυπτομένη ήμῶν ψυχὴ, νοῦν μὲν ὁρῶντα καὶ⁹ γνω-
στικὸν, οἷον ὀφθαλμὸν κέκτηται, καὶ δεκτικὸν τῆς
τῶν ὄντων γνώσεως, καὶ ἐπιστήμης, οὐκ οἴκοθεν δὲ
γνῶσιν, καὶ τὴν ἐπιστήμην ἔχει, ἀλλὰ δεῖται τοῦ
διδάξοντος ⁸ προσέλθωμεν τῷ ἀψευδεῖ διδασκάλῳ τῇ
ἀληθείᾳ. Χριστὸς δέ ἐστιν ἡ ὲνυπόστατος σοφία τε
καὶ ἀλήθεια, ὲνῷ πάντες είσὶν οί θησαυροὶ τῆς
γνώσεως οί ἀπόκρυφοι ³ ὃς ἐστιν ἡ τοῦ Θεοῦ καὶ
Πατρός σοφία καὶ δύναμις, καὶ τῆς φωνῆς αὑτοῦ
διά τῶν θείων Γραφῶν ἀκούσωμεν, καὶ μάθωμεν
τὴν πάντων τῶν ὄντων γνῶσιν τὴν ἀληθῆ· προσ-
ερχόμενοι ἐπιμελῶς καὶ εἰλικρινῶς προσιῶμεν, μὴ
ἀμόλύνοντες ἡμῶν τδ νοερὸν τῆς ψυχῆς ὄμμα τοῖς
πάθεσι ’ μόλις γάρ ἂν καθαρωτάτῳ καὶ διειδεστάτῳ
ὀφθαλμῷ τρανῶς ἀτενίσαι τις τῇ ἀληθείᾳ δυνήσεται·
El τὸ ἐν ἡμῖν φῶς, ἦτοι ὁ νοῦς, σκότος, τὸ σκότος
πόσονς Ὄλῃ ψυχῇ καὶ πάσῃ διανοίᾳ προσέλθω-
μεν (1). Ὦς γὰρ ἀδύνατον, ὀφθαλμὸν συχνῶς περι-
στρεφόμενον καὶ περιαγόμενον, τρανῶς ἀτενίσαι τῷ
ὁρατῷ, ἀλλά δεῖ προσεχὲς τὸ ὄμμα ἐνεργῆσαι τῷ
βλεπομένῳ. οὕτω πᾶσαν λογισμοῦ ζάλην ἀποσεισά-
μενοι, ἀΰλως προσέλθωμεν τῇ ἀληθείᾳ. Προσερχό-
μενοι καὶ μέχρι πύλης φθάνοντες, μὴ ἀρκεσθῶμεν,
ἀλλά εὐτόνως κρούσωμεν, ὡς ἂν ἀνοιχθείσης ἡμῖν
τῆς τοῦ νυμφῶνος θύρας, καὶ ίδωμεν τὰ ὲν αὐτῷ
κάλλη. Πύλη μὲν οὖν ἐστι τὸ γράμμα ο ὁδὶ ἐντὸς
τῆς πύλης νυμφὼν, τὸ κεκρυμμένον ὑπ’ αὐτοῦ τῶν
νοημάτων κάλλος, ἦτοι τῆς ἀληθείας τὸ Πνεῦμα. Εὐ-
τόνως κρούσωμεν, ἀνάγνωμεν ἅπαξ, δίς, πολλάκις·
καὶ οὕτως ὀρύσσοντες, τὸν θησαυρὸν τῆς γνώσεως
εὑρήσομεν, καὶ τοῦ πλούτου κατατρυφήσομεν (2).
Ζητήσωμεν, ὲρευνήσωμεν, ἀνακρίνωμεν, ἐρωτή-
σωμεν. Πᾶς γὰρ ὁ αίτῶν λαμϐάνει, καί ό ζητῶν
εὑρίσκει, καί τῷ κρούοντι ἀνοιγήσεται. Καὶ ,
Ἐπερώτησον τὸν πατέρα σου, καί ἀναγγελεῖ σοι ⁸
’Coloss. ιι, ’5. ⁸1 Cor.t,24. ⁸ Matth. vi, 28.
VARIIE LECTIONES.
ιι Unus cod. bibliothecae nostra: in quo habentur hiecgpripra capita. διάγνευσινς ει-ῐὶο 198βν τῶν,γδξρ
ὄντων ἡ γνῶςιςέ ἡ δὲ τῶν ούκή ὄντων ἣνῶάίςῖιὴ mo: laudato cod. nostra, ὴ καὶ τῶν παρόντων anil-
γνωσις.
ΝΟΤΛΕ.
(ι) Basil. orat. in illud : Attende tibi ipsi.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.