PG 94, col. 552

συμϐεϐηκότα⁸ ὡς ὅταν εἴπω τῶν ψυχρῶν, τὰ μὲν
ξηρὰ, τὰ δὲ ὑγρά ’ ἢ ὼς τὰ ἀφ’ ἑνὸς, καὶ πρὸς ἐν.
Ἀφ’ ἑνὸς μὲν, ὼς ἀπὸ τῆς ἰατρικῆς, ἰατρικὸν βιϐλίον,
ἰατρικὸν ἐργαλεῖονο πρὸς ἓν δὲ, ὡς ὑγιεινὸν φάρμα-
κον, ὑγιεινὸν βρῶμα’ πρὸς ἓν γὰρ βλέπουσι, τὴν
ὑγιείαν. Κατὰ τοῦτον οὖν τὸν τρόπον διαιρεῖται τὸ ὃν
είς οὐσίαν καὶ συμϐεϐηκός.
Δεῖ δὲ γινώσκειν, ὡς οὐδὲ ὲν ἑνὶ τρόπῳ τῆς διαι-
ρέσεως Θεωρείται ἐν τοῖς τμήμασι τὸ φύσει πρότερον
καὶ ὕστερον, οὐδὲ τδ μᾶλλον καὶ ἦττον, εί μὴ ὲν τοῖς
Β ἀφ’ ἐνὸς καὶ πρὸς ἓν.
ΚΕΦΔΛ. Ζ’.
Περί τοῦ φύσει προτέρου.
Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερούμενον, καὶ
μὴ συνεισφέρον, καὶ συναναιροῦν, καὶ μὴ συναναι
ρούμενον, οἷον τὸ ζῶον φύσει πρότερόν ἐστι τοῦ ἀνι
θρώπου. Ἀναιρουμένου γὰρ, καὶ μὴ ὄντος ζὼου, ἐξ
ἀνάγκης esse ἄνθρωπος ἔσται’ ζῶον γάρ ἐστιν ὁ
ἄνθρωπος. Ἀναιρουμένου γὰρ καὶ μὴ ὄντος ζώου,
ἐξ ἀνάγκης οὐδὲ ἄνθρωπος ἔσται. Ζῶον γάρ ἐστιν ὁ
ἄνθρωπος· ἀνθρώπου δὲ ἀναιρουμένου, καὶ μὴ ὄντος
δυνατὸν εἷναι ζῶον. Ἔσται γὰρ ἵππος, κύων, καὶ τὰ
τοιαῦτα, ἆ τινα ζῶα εἰσί. Πάλιν εἰσφερομένου ἀνι
θρωπου, πάντως καὶ ζῶον συνεισφέρεται. Ζῶον γάρ
ἐστιν ὁ ἄνθρωπος. Ζώου δὲ εἰσφερομένου, οὗ πάντως
συνεισφέρεται ὀ ἄνθρωπος, ἀλλ’ ἢ ἵππος, ἢκύων, ἦ
τι τῶν τοιούτων. ι Ζῶα γάρ είσι καὶ αύτά. Οὔτε οὖν
ὁ Πέτρος ἐστὶ φύσει πρότερος τοῦ Παύλου, οὕτε τὸ
λογικὸν τοῦ ἀλόγου· ζῶον.. Πέτρου γὰρ ἀναιρουμένου,
καὶ μὴ ὄντος, ἔσται Παῦλος’ καὶ Πέτρου εἰσφερομέ-
νου, ού συνεισφέρεται Πέτρος, οὔτε Πέτρου εἰσφερο⁴
μένου, συνεισφέρεται Παῦλος. Καὶ οὕτε Πέτρος ἐστὶ
μᾶλλον, ἦγουν πλέον τοῦ Παύλου ἄνθρωπος ἢ ζῶον ·
οὐδὲ Παῦλος τοῦ Πέτρου. Εὑρίσκεται δὲ φάρμακον
ὑγιεινότερον φαρμάκου, καὶ βιϐλίον ίατρικώτερον
βιϐλίου ἀλλον.
ΚΕΦΑΛ. H'.
D
Περὶ ὁρισμοῦ.
Ὀρισμός ἐστι λόγος σύντομος δηλωτικδς τῆς φά-
σεως τοῦ ὑποκειμένου πράγματος. Τουτέστιν ι, ὁ δι’
ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκειμένου πρά-
γματος. Οἷον, ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν,
νοῦ καλ⁸ ἐπιστήμης δεκτικόν. Πολλοὶ μὲν οὗν ἐποίησαν
περὶ φύσεως ἀνθρώπου λόγουςκατεπεκτάδηνω, ἠγ ουν
ὲκτεταμμένους καὶ μεγάλους. Ἀλλ’ οὐκ εἰσὶ σύντο-
μοι, διότι οὐκ εἰσιν ὁρισμοί υ. Είσὶ δὲ καὶ⁵ σύντομοι
λόγοι, ὡς τὰ ἀποφθέγματα, ἀλλ’ ἐπειδὴ οὐ δηλοῦσι
φύσιν πράγματος, οὐκ είσὶν ὁρισμοί. Καὶ τδ ὄνομα.
VARle LECTIONES.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.