PG 95, col. 140

ἐτεροουσίοις ὑποστάσεσιν ὀμοούσιος. Εἰ οὖν μία φύ-
σις ὁ Χριστὸς μετὰ τὴν ἔνωσιν, πῶς τῷ Πατρὶ καὶ
τῇ Μητρὶ ἑτεροουσίοις οὕσιν, ἔσται ὀμοούσιος;
Καὶ πάλιν· Εἰ μία φύσις τοῦ Χριστοῦ μετὰ τὴν
ἔνωσιν, πῶς ὀνομάζεται; Χριστότης· δηλαδὴ ἡ
θεανθρωπότης · ποίᾳ φύσει; εἰ μία, δηλονότι τῃ
μιᾷ αὐτοῦ φύσει. Οὐκοῦν ἡ θεανθρωπότης αὐτοῦ·
καὶ ἔσται ἡ ἐν Χριστῷ θεότης παθητή.
Καὶ πάλιν· Ἐπαθενὁ Χριστός; Πάντως. Ἡ θεότης
αὐτοῦ ἔπαθεν, ἢ ἡ ἀνθρωπότης αὐτοῦ; ποία φύσις; Ἡ
ἀνθρωπότης. Ἡ δὲ θεία αὐτοῦ φύσις ἀπαθὴς ἔμεινες
ἄλλη. Καὶ εἰ δλλη καὶ ἄλλη, πῶς μία αt δόο; Ἀ7ʼ
αἱ μὲν δύο φύσεις, μία φύσις οὐκ εἰσὶν, ἀλλὰ μία
ὑπόστασις, δύο δὲ φύσεις· μία παθητὴ, καὶ μία
ἀπαθής· καὶ ἔσται ὁ λόγος εὕδρομος.
θ, Ὁτι δὲ καὶ μία ὑπόστασις τοῦ Χριστοῦ, καὶ
οὐ δύο, ἐντεῦθεν γνωσόμεθα · εἶς Τἱὸς ὁ Χριστὸς, ἢ
δύο; ΕΕἶς πάντως. Καὶ πῶς δύο ὑποστάσεις ὁ εἶς
ἱός; Εἰ δύο ὑποστάσεις, ἄλλος καὶ ἄλλος· καὶ
ἔσονται δύο Χριστοί· ἢ ἄλλος ὁ Χριστὸς, ἢ ἄλλος ὁ
Θεὸς Λόγος, καὶ οὐκέτι εἶς Τἱός.
καὶ λατρεύεται ὑπὸ πάσης τῆς κτίσεως σὺν τῷ Πα-
τρὶ καὶ τῷ Πνεύματι· οὐκοῦν τετράδι h, καὶ οὐ
Τριάδι λατρεύομεν· ἀλλʼ ἡμᾶς μὴ γένοιτο ἄλλως
λατρεύειν, ἀλλʼ ἢ Τριάδι ἀγίᾳ· ἐνὶ Πατρὶ, μιᾷ ὑπο-
ἰστάσει ἐνὶ Υἱῷ καὶ Λόγῳ τοῦ Θεοῦ σεσαρκωμένῳ,
μιᾷ ὑποστάσει μετὰ τῇς σαρκὸς αὐτοῦ· ἐνὶ ἀγίῳ
Πνεύματι, μιᾷ ὑποστάσει· Τριάδι παναγίᾳ καὶ δεδο-
ξασμένῃ. Ὡσπερ γὰρ μάχαιρα πυρακτωθεῖσα μία
ἐστὶ καὶ μετὰ τὴν πύρωσιν, οὕτω καὶ ὑπὲρ τοῦτο ὁ
Χριστὸς ἱ, εἶς ἐστι καὶ μία ὑπόστασις, καὶ μετὰ
τὴν σάρκωσιν· καὶ ὥσπερ φοβοῦμαι ἅψασθαι τῆς
πεπυρουμένης I μαχαίρας,οὐ διὰ τὴν σιδήρου φύσιν,
ἀλλὰ διὰ τὴν τοῦ ἐνωθέντος αὐτῷ πυρὸς φύσιν, οὕτω

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.