PG 95, col. 193

φὐσιν γὰρ τὴν μορφὴν οἶδεν σύμπας ὁ τῶν ἀγίων
χορός· καὶ δοῦλος οὐ κενοῖ ἑαυτὸν μορφὴν δούλου
λαμβάνων. Πῶς γὰρ λαμβάνει ὅπερ ἐστί; Πῶς ἄν-
θρωπος ἀνθρώποις ὀμοιοῦται, καὶ ὑπήκοος τῷ Θεῷ
γενόμενος ταπεινοῖ ἑαυτόν; Ἀνθρωπος γὰρ μᾶλλον
ὑψοῦται, ὑπήκοος τῷ Θεῷ γινόμενος· καὶ ἱσος τὸ
Θεῷ γινόμενος, ἀρπαγμὸν ἡγεῖται.λστε περὶ τοῦ
φύσει Υἱοῦ τοῦ Θεοῦ καὶ Θεοῦ ταῦτα εἴρηται, ὅτε
γέγονεν ἄνθρωπος. Οὐ γὰρ ἄνθρωπος ὡν πρῶτον,
ὕστερον Θεὸς ἐχρημάτισεν· οὕτω γὰρ ἀρπαγμὸν
ἡγήσατο, ἀλλὰ Θεὸς ὲν ἀπʼ ἀρχῆς, ὕστερον γέγονεν
νθρωπος. Καὶ ὡς μὲν Θεὸς ν κατὰ φύσιν, ταπει-
κῖ ἐαυτὸν γινόμενος ἄνθρωπος· ὡς δὲ γινόμενος
ἄνθρωπος, ὑπερυψοῦται τὸ πᾶν ὄνομα, ὀνόματι Υἱυῦ
τοῦ Θεοῦ. Ὁ αὐτὸς γὰρ ἦν, καὶ ἔστιν Υἱὸς Θεοῦ καὶ
Θεὸς κατὰ φύσιν οὕτω γὰρ ὁ θεῖος Ἀπόστολος ἀπτ-
εφήνατο· οὐ γὰρ εἶπεν, ἄνθρωπος ὦν, ἐγένετο Θεὸς,
Δλλʼ «ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἀρπαγμὸν ἡγή-
σατο τὸ εἶναι ἱσα Θεῷ· » οὐχ ὑψοῦται γὰρ ὁ ψιστος
ἀλλὰ ταπεινοῖ ἐαυτὸν, ἐκουσίως ἄνθρωπος γενόμενος.
Οὐ περὶ ἄλλου τοίνυν τὴν ταπείνωσιν ἔφη, καὶ περὶ
ἄλλου τήν ὕψωσιν, ἀλλὰ περὶ τοῦ αὐτοῦ. Εἶς γάρ
ἐστιν τοῦτο κάκεῖνο δεξάμενος, τὸ μὲν καθὸ Θεὸς
δὺν, γέγονεν ἄνθρωπος· τὸ δὲ, καθὸ ἄνθρωπος γεγο-
νὼς, φκειώσατο τὰ τῆς φύσεως, καὶ οὕτως ὑπερυψῶ-
σθαι λέγεται.
superexaltatus fuisse dicitur.
ια. δησὶτ ὁ Κύριος πρὸς τὸν Πατέρα· Πάτερ,
δδξασόν με τῇ δόξῃ, ῇ εἶχον πρὸ τοῦ τὸν κόσμον
εἶναι παρὰ σοt. Εἰ Θεὸς μόνον, πῶς δοξάζεται; εἰ
δὲ μόνον ἄνθρωπος, πῶς πρὸ αἰώνων εἶχε τὴν δό-
ξαν;
ιβʼ « Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος. Πῶς
οὗν θεοποιεῖται καθʼ ὑμᾶς ἄνθρωπος τῇ πρὸς τὸν
Δόγον σχετικῇ συναφείᾳ, καὶ κοινωνὸς τῷ Πατρὶ τῆς
δόξης καὶ τῆς ἀξίας δείκνυται; έμεῖς δὲ οὐκ ἄνθρω-
πον προσφάτως θεοποιεῖσθαι φάσκομεν ἀλλὰ τὸν πρὸ
αώνων ὄντα Τἱὸν τοῦ Θεοῦ καὶ Θεὸν, σεσαρκῶσθαι
ἀερέπτως. Μεμένηκεν γὰρ οὐδὲν ἔλαττοs Θεὸς, καὶ
γενόμενος ἀνθρωπος.
ιγ. Ὁ μακάριος Παῦλόσφησιν Εἰ γάρ εἰσι θεοὶ
πολλεὲ καὶ κύριοι πολλοὶ, ἀλλʼ ἡμῖν εἶς Θεὸς, Πατὴρ
ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἶς Κύριος
Ἰησοῦς Χριστὸς διʼ eὗ τὰ πάντα, καὶ ἡμεῖς διʼ αὐ-
τοῦ. » Ενα Χριστὸν διʼ οὗ τὰ πάντα φησί· ποῖόν φατε
τοῦτον; Ἀλλʼ εἰ μὲν τὸν ἐκ Παρθένου, ἀνάγκη ὑμᾶς
τὸν αὐτὸν λέγειν, τὸν ἐκ Θεοῦ τὸν προαιώνιον, τὸν
δʼ οὗ τὰ πάντα εἰ δὲ τὸν ἐκ Θεοῦ, ἄλλον ὄντα παρὰ
τὸν ἐκ Παρθένου, οὐ Χριστὸς καθʼ ὑμᾶς ἐκ Παρθέ-
νου ἕνα γὰρ ἔφησεν, διʼ οὗ τὰ πάντα. Εἰ τὸν ἐκ
ἔαφθένου, ἄλλον ὄντα παρὰ τὸν ἐκ Θεοῦ ἢ δύο δη-
μμιουργοὺς φήσετε τοῦ παντὸς, ἢ οὐκ ἔσται ὁ ἐκ Θεοῦ,
Χριστὸς, οὐδὲ ἀημιουφγές.
Deo est, nec universorum Conditor.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.