PG 95, col. 213

ππσῶς κένωσις, καὶ ἐνανθρώπησις, καὶ σάρκωσις λε-
χθείη τὸ τῆς οἰκονομίας μυστήριον, εἰ οὐ διʼ rίωῦ
Θεοῦ καὶ φύσει Θεοῦ σεσώσμεθα, ἀλλʼ ὑφʼ ἐνὸς τῶν
ὑπὸ φθορᾶς, χάριτι μεθʼ ἡμῶν λαχόντος τὸ σώζε-
σθαι; Εἰ δὲ καὶ μὴ κατὰ ἀλήθειαν ὁ φύσει Τἱὸς τοῦ
Θεοῦ καὶ Θεὸς γέγονεν ἄνθρωπος, καὶ πάντα παθεῖν
κατεδέξατο, ποῦ ἡ κένωσις; πῶς ἐαυτὸν ἐταπεί-
νωσε; ποία δὲ σάρκσσις, τὸ μὴ γενέσθαι σάρκα; Εἰ
δὲ καὶ ψιλῷ ἀνθρώπῳ λατρεύει νῦν μετὰ τῶν ἐπι-
γείων τὰ ἐπουράνια, καὶ γόνυ κάμπτει, πῶς οὐκ εἰς
τὸ χεῖρον κατέστη τὰ πράγματα; πάλαι γὰρ ἄν--
θρωποι τῇ κτίσει ἐλάτρευον· νῦν δὲ καθʼ ὑμᾶς, σὺν
εοῖς ἐπιγείοις καὶ καταχθονίοις, καὶ τὰ ἐπουράνια.
7Ἀλ ὑμεῖς μὲν τὴν ἐλπίδα ἐπʼ ἀνθρωπον ἔχοντες,
καὶ ἀνθρώπῳ χάριτι σεσωσμένῳ λατρεύοντες, ἀν-
θρωπολάτραι δικαίως ἂν ὀνομάζοισθε. « μεῖς δὲ
προσκυνοῦμεν καὶ λατρεύομεν καὶ πιστεύομεν εἰς
ἔνα Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς ἔνα Κύριον
Ἰησοῦν Χριστὸν τὸν Τἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ,
τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώ-
νων· φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθι-
νεῦ· ὀμοούσιον τῷ Πατρί· πρὸ αἰώνων ἐκ Πατρὸς
γεννηθέντα, καὶ ἐπʼ ἐσχάτων τῶν χρόνων σαρκω-
θέντα ἐκ Πνεύματος ἀγίου, καὶ Μαρίας Ἀειπαρθέ-
νου, καὶ ἐνανθρωπήσαντα, καὶ σαρκωθέντα, καὶ τα-
φέντα, καὶ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐ-
ρανοὺς, καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ
πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· οὗ
τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα
τὸ ἅγιον. »
μ9. Ὁτι δὲ ὁ γεννηθεὶς ἐκ τῆς ἀγίας Παρθένου
καὶ σταυρωθεὶς, αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ προ-
αιώνιος , μαρτυρεῖ πρῶτον μὲν ὁ τῶν προφητῶν
θεῖος χορός. Δαβὶδ μὲν γὰρ ἀνακέκραγε λέγων
« Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἰδοὺ πρὸς τὸν Θεὸν διαλέγεται· « άβδος εὐθύτη-
τος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἡγάπησας δικαιο-
σύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ
Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς
μετόχους σου. » Ἰδοὺ σαφῶς τὸν Θεὸν, οὗτινος
θρόνος εἰς τὸν αἰῶνα τοῦ αἰῶνός φησι κεχρίσθαι
ὑπὸ τοῦ Θεεῦ καὶ Πατρός· τοῦ Πατρὸς μὲν ὡς Θεοῦ
Θεοῦ δὲ αὐτοῦ, ὡς καὶ σεσαρκωμένου, καὶ ὡς ἀνθρώ-
που χριομένου. Μιχαίας δὲ, « Καὶ σὺ, Bηθλεὲμ γῆ
Ἰούδα, οἶκος τοῦ Ἐφραθᾶ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν
τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγού-
μενος. ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ
αἱ ἔξοδοι αὐτοῦ ἀπʼ ἀρχῆς ἀφʼ ἡμερῶν αῶνος. » Τίς
ἔσχε τὴν ἔξοδον ἀπʼ ἀρχῆς, εἰ μὴ περὶ οὗ Ἰωάννης ὁ
Θεολόγος φησίν·« ἐνάρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν
πρὸςτὸν Θεόν; » Καὶ πάλιν Δαβίδ· « Ὁ Θεὸς, τὸ κρῖμά
σου τῷ βασιλεῖδὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ
τοῦ βασιλέως; » Καὶ μετʼ ὀλίγα· « Καὶ ταπεινώσει
συκοφάντην. Καὶ συμπαραμενεῖτῷ ἡλίῳ, καὶ πρὸ τῆς
σελήνης γενεᾶς γενεῶν; » Ταῦτα οὐ σαφῶς δηλοῖ τοῦ
Χριστοῦ τὴν προαιώνιον ὕπαρξιν ; Καὶ Βαρούχ·
sl. Xuν, s. iPidd. ibid. . MMIch. ν, 1, 2; Matth. nn, 7.
⁴ ibid. 5.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.