PG 95, col. 320
[πάλαι] περιγράψαι ἄνθρωπον τὸν κατʼ εἰκόνα Θεοῦ
γεγονότα; οὐδείς. Οὐ γὰρ τὸ φαινόμενον λαμβάνομεν
τοῦ ἀνθρώπου κατʼ εἰκόνα Θεοῦ, ἀλλὰ τὸ νοούμενον·
τὸ γὰρ φαινόμενον, σύνθετόν ἐστι καὶ περιγραπτόν·
ὁ δὲ Θεὸς ἀπλοῦς ἐστι, καὶ ἀσύνθετος καὶ ἀπερίγρα-
πτος. Ἡ δὲ σὰρξ, ἡν περιελάβετο ὁ Χριστὸς ἐκ τῆς
ἀχράντου μητρὸς αὐτοῦ, περιγράφεται, καθὼς ὡράθη
ἐπὶ τῆς γῆς. Καὶ τοῦτο εἰδωλολατρεία οὕκ ἔστιν,
ἀλλʼ εἰκονογραφία· καὶ εἰ ὅλως ὁ Χριστὸς ἐλθῷν ἐπὶ
τῆς γῆς τὰ εἴδωλα κατήργησε, πῶς ἡμῖν πάλιν εἴδω-
λα ἐγκατέλιπε ; Καὶ γὰρ αὐτὸς ὁ Χριστὸς εἰκόνα
ἐποίησε τὴν λεγομένην ἀχειροποίητον, καὶ ἔως σήμε-
ρον ἵσταται καὶ προσκυνεῖται, καὶ οὐδεὶς αὐτὴν εἴδω-
λον εἶπε τῶν εὐφρονούντων. Καὶ γὰρ ἐὰν ῇδει ὁ Θεὸς,
ὅτι εἰδωλολατρεία γίνεται διʼ αὐτῆς, οὐκ ἂν αὐτὴν
ἐγκατέλιπεν ἐπὶ τῆς γῆς.
scivissat Deus per lane committi idololatriaæ, hau
ε. Θέλεις εἰπεῖν, ὅτι ὁ Χριστὸς οὐκ εἶπεν ἡμᾶς
ποιεῖν εἰκόνας καὶ προσκυνεῖν · εἰ γὰρ εἶπε, τότε
ἂν ἐθεοποιήθησαν· ἀλλὰ κὰγώ σοι δεικνύω πολλὰς
καὶ ἄλλας παραδόσεις ἃς παρελάβομεν ἐκ τε τῶν
ἀποστόλων, καὶ τῶν ἀγίων Πατέρων ἡμῶν, ὥσπερ
Χριστὸς οὐκ ἐλάλησε. Ποῦ γὰρ εἶπεν ὁ Χριστὸς
ἵνα προσκυνῶμεν κατὰ ἀνατολάς; ἢ σταυρὸν, ἢ
Εὐαγγέλιον; ἢ μεταλαμβάνειν τὸ ἅγιον αὐτοῦ
σῶμα καὶ αἶμα νήστεις, ἢ στεφανεῖν 1 ἀνδρόγυνα;
καὶ ἄλλα τινὰ λέγω σοι, ἅπερ ὁ Χριστὸς οὐκ ἐλάλη-
σεν· ἀλλὰ τίς χρεία; καὶ ἡμεῖς ὡς παρελάβομεν ἐκ
τῶν ἀγίων Πατέρων, οὕτως πιστεύομεν, ὅτι ἐκ τοῦ
Θεοῦ αὐτὰ ἐδιδάχθησαν· οὐδὲν γὰρ ἀπέκρυψεν ὁ Θεὸς
τοῖς ἀγίοις αὐτοῦ, οὕτε τὰ πρὸς ὡφέλειαν καὶ σωτη-
ρίαν τῶν ἀνθρώπων, οὕτε τὰ πρὸς βλάβην. Καὶ τοῦτο
πῶς ὑπεκρύβη ἀπʼ αὐτῶν, ἐὰν εἰδωλολατρεία ἦν, καὶ
τοσαῦτα ἀπόλλυται ὁ λαὸς εἴδωλα προσκυνῶν; Ὁ τῆς
συμφορᾶς ἱ ἐὰν ἀπὸ Χριστου καταβάσεως ἔως τοῦ
καιροῦ Γερμανοῦ τοῦ πατριάρχου εἴδωλα προσκυνεῖ,
καὶ ἀπώλετο r ὁ λαὸς τῶν Χριστιανῶν, πότε δεῖ τὸν
ἄνω κόσμον ἀναπληρωθῆναι; Ἀλλὰ μὴ γένοιτο, ὦ
Θεὸς, τοῦτο εἴδωλολατρεία εἶναι. Ἐὰν γὰρ ἦν εἰδω-
λολατρεία, κἂν μία σύνοδος ῥίψαι αὐτὰς εἶχε, καὶ
ἀναθεματίσαι τοὺς προσκυνοῦντας αὐτὰς, ἐὰν ἡ πρώ-
τη σύνοδος οὐκ ἔῤῥιψεν αὐτὰς, ἡ δευτέρα πάντως τι
περὶ αὐτῶν ἐχρῆν λαλῆσαι. Ἐὰν μὴ ἡ δευτέρα, ἡ
τρίτη· ἐὰν μὴ ἡ τρίτη, ἡ τετάρτη· ἐὰν μὴ ἡ τετάρ-
τη, ἡ πέμπτη· ἐὰν μὴ ἡ πέμπτη, ἡ ἔκτη διὰ τί οὐκ
ἔῤῥιψεν αὐτὰς, ἀλλὰ μᾶλλον ἐτράνωσε; Καὶ εἰ οὐ
πιστεύεις, ψηλάφησον εἰς τοὺς ὅρους τῆς ἕκτης συν-
ὀδου εἰς κεφάλαιον πβ, καὶ εὐρήσεις ἐκεῖ τὸν ἔλεγ-
χον· οὕτω γὰρ εἶπον οἱ θεοφόροι Πατέρες· « Ἐν τισι
τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ
Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὅς εἰς τύπον
παρελήφθη τῆς χάριτος. τὸν ἀληθινὸν ἡμῖν διὰ τοῦ
νόμου προῦποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν.
.,σιν.