PG 95, col. 356

δίου βλαστός· εἶτα πάλιν ἡ γάγγραινα νομὴν λαβοῦ--
σα, Nεστορίου τοῦ ἀνθρωπολάτρου, Εὐτυχοῦς καὶ
Διοσκόρου, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων·
ἀλλʼ δμως ἐψεύσατο ἡ ἀδικία ἐαυτῇ. Ὁ γὰρ μέγιστος
τῆς βασιλικῆς εὐσεβείας τομοφύλαξ Μαρκιανὸς τῇ
τῶν ἀγίων Πατέρων συνδρομῇ τοὺς δυσσεβεῖς εἰς γῆν
κατέῤῥαξεν. Εἶτα πάλιν ἄλλοι τινὲς τὴν ἀλμυρὰν τῆς
θεοπασχίας κατεῤῥάτισαν αἶρεσιν, Σέβηρος, Ἰάκω-
βος, Πέτρος ὁ Κναφεὺς, καὶ ἄλλοι τινὲς τῆς ἀνοσιουρ-
γίας ἀποπτυελίσματα, μεθʼ ὧν ἡ βασιλικὴ Ζήνωνος
τυραννικωτάτη χεὶρ κατεστράτευσεν. Οὕσπερ ἡ τῶν
εὐσεβῶν βασιλέων, Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ τῶν
ἀγίων Πατέρων θεόδρομος σύνοδος, ὥσπερ λιμώτ-
στικῶν πυργοβάρεων, Ὁνώριος ώμης, Σέργιος ὁ
τῆς βασιλίδος, Πύῤῥος, Παῦλος, Κῦρος Ἀλεξαν-
δρείας, Μακάριος Ἀντιεχείας, Θεόδωρος ὁ τῆς θα-
ρὰν, ὑπὸ τοῦ πολυμηχάνου καὶ ἀρχηγέτου τῶν κα-
κῶν εἰς γῆν τῆς αἰρέσεως κατεῤῥάχθησαν, ὑπὸ τοῦ
εὐσεβοῦς μεγάλου Ἰουστίνου s τῇ τῶν ἀγίων Πατέ-
ρων θεοσυλλέκτῳ συνόδῳ τῆς κατακρίσεως ἀνάθεμα
6. ἶτα τούτων καὶ πλειόνων αἰρέσεων, ὡς ἄχυρρα
ἀπὸ ἅλωνος θερινῆς ἀναῤῥιφθέντων, κσὶ ὡς κύματα
ἄγρια θαλάσσης διαλυθέντων, τί νῦν ὁ ἔρπων σκολιὸς
ὄφις, ὁ ἀντίδικος τοῦ γένους ἡμῶν διάβολος, ὁ σπο-
ρεὺς τῶν ζιζανίων, ὁ ἄλλον τινὰ βουρκανὸν τῆς ἀσε-
χρόνους τὴν ἀνίατον ταύτην καὶ ἀθεράπευτον νομὴν
διανέμων τοιδδε προφάσει· Θεοδοσίου τοῦ γένους
Ἀδραμυτίου, καὶ τὰ βασιλικὰ σκῆπτρα ἐγκεχειρι-
σμένου· Ἰεζά τε τῆς τῶν Ἀράβων ἡγεμονεὐοντος
ἐξουσίας, δύο τινὲς θεομάχοι Ἐβραίων παῖδες, οἱ ἀεὶ
καὶ πάντοτε τραχηλιοῦντες κατὰ τοῦ Κυρίου, καὶ
κατὰ τοῦ Χριστοῦ αὐτοῦ φρυαττόμενοι, τερατείαις
καὶ συμβολομαχίαις, καὶ φαρμακείαις καὶ δαιμονιώ-
δεσιν οἰωνίσμασι σχολάζοντες, ὡς δῆθεν ἀστρολογι-
κήν τινα μεταδιώκοντες ἐπιστήμην, ἐξ ἀγχιστείαςʼ
τῶν Ἰσαυρικῶν Ἰουδαίων ὕπάρχοντες, πλανώμενοι
καταλαμβάνουσι τὴν τῶν Ἀράβων βασιλικὴν αὐλήν·
καὶ μὴν καταμηνύονται τῷ προῤῥηθέντι Ἰεζά· καὶ
διαμονῆς μυοῦνται, εἰ ἄρα γε τὴν τῶν Χριστιανῶν
καταῤῥάξαι διακόσμησιν δυνηθείη, τὸν τοῦ Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ θεανδρικὸν χαρακτῆρα, καὶ τῆς
αὐτὸν τεκούσης Θεομήτορος, ἐκ τῶν ἐκκλησιαστικῶν
περιβόλων ἀπαλεῖψαι. Καὶ δὴ ὁ φιλόζωος ἐκεῖνος καὶ
χοιρόβιος ἄνθρωπος, ὑπεῖξε τῇ συμβουλῇ τῶν ἀπα-
τεώνων, καὶ πάσας τὰς Ἐώας Ἐκκλησίας ἐσάλευ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.