PG 95, col. 364

ἀλιτήριος προκαθεσθεὶς ἅμα τῷ ὁμωνύμῳ προδότῃ
τῆς τοῦ Χριστοῦ ποίμνης, τὴν μυσαρὰν καὶ ἐχθρδδη
ἐπιτελοῦσα σύνοδον, ἀγαλματικὰ εἴδωλα τὰς σεπτὰς
εἰκόνας καλέσαντες. ἶτα ερμανὸν τὸν θεῖον καὶ
ὀρθοτόμον τῆς Ἐκκλησίας ἀναθέματίσαντες, ξυλο-
λάτρην ἀπεκάλουν. Ὁ τῆς τοῦ ἐχθροῦ πωρώσεωςl
ὦ τῆς βλασφημίαςὶ ὡ τῆς παρατροπῆςἱ πάμπολλα
δὲ αὐτῶν βλασφημησάντων, τὸ τελευταῖον καὶ πάν-
τωνχεῖρον τλάλαξαντὴνἐλεεινὴνἐκείνηνοἱ μιαροὶ ἀνlr-
ροι ἐκεῖνοι φωνὴν, καὶ εἶπον· « Σήμερον σωτηρία σῷ
κόσμῳ, ὅτι σὺ, βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰ-
δώλων. » Ὡ φωνῆς ὀδυνηρᾶς ἱ ἤτις ἐκβομβηθεῖσα
οὐρανὸν ἐζόφωσε, καὶ γῆν συνέσεισεν, αἰθέρα τε
ἐμίανε, καὶ πάντας τοὺς αὐτὴν κεκραγότας, Θεοῦ
ἀλλοτρίους ἐποίησεν. Ὁντως « ὁ μωρὸς ρωρὰ λα-
λήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει. » Διὰ
γὰρ τὰς τοιαύτας βλασφημίας τοῦ ἀθέου τυράννου
καὶ ἀναξίου τῆς Χριστιανισωτάτης ἀλουργίδος, οὐ-
ράνιοι κεραυνοὶ κατέσκηψαν ἐπὶ τῆς γῆς, τὰ ἄστρα
μὴ φέροντα τὴν Δεσποτικὴν ὕβριν εἰς γῆν κατέπι-
πτον, στοιχεῖα ἐδονεῖαο, γῆ ἐκλονεῖτο ταραττομένη,
σεισμοὶ κατάλληλοι, φόβητρα καὶ σημεῖα ἐξ οὐρα-
νοῦ· αὐτὸς ὁ δείλαιος δεδιὼς τὴν καραὅοκουμένην
ὀργὴν, φυγὰς καὶ μεταναστὰς, ἐπὶ τὴν Nικομηδέων
πόλιν φχετο. Ποῖος γὰρ Διοκλητιανὸς ἢ Μαξιμιανὰε,
ἢ Τραῖανὸς, τὰ τοιαῦτα ἔδρασε κατὰ Χριστιανῶν
δυσφήματα, ὡς ὁ ἀνάξιος τῆς Χραστιανικῆς προσ-
ηγορίας; μέρα γοῦν κρίσεως παρέστη, καὶ τοῦτο
ἡ θεία δίκη προέφθασε, καὶ μάρτυς ἀξιόπιστος αὐ-
τὸς περὶ ἐαυτοῦ. Ἐτι γὰρ περὶ τὰ ἔσχατα πνέων,
ὀλολύζων ἠλάλαξεν ἐν μεγάλῃ βοῇ, τάδε λέγων· «Τὰ
προαύλια τῆς γεέννης. » Τί οὗν ἀξιοπαστότερον τῆς
οἰκείας φωνῆς, ἀνθʼ ὧν οὐκ ἔγνω τὸν καιρὸν τῆς ἐπι-
σκοπῆς αὐτοῦ; ὑπέρογκα γὰρ ματαιότητος ἐβλα-
σφήμησε κατὰ τῆς Ἐκκλησίας Χριστοῦ, εἰδωλολά-
τρας τοὺς Χριστιανοὺς ἀποκαλῶν.
ιε. Ἀλλὰ τούτου ὁ βλαστὸς ὁ δεύτερος Λέων τὴν
ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, γαληνικωτάτῃ
καὶ εἰρηναίᾳ διαγωγῇ τὸν πολυτάραχον κλύδωνα τῆς
Ἐκκλησίας μετήνεγκεν, ὡς ἐκ ζάλης καὶ τρικυμίας
ταύτην ψυχαγωγήσας. Οὗτινος καὶ ἡ ζωὴ καὶ ἡ
ταφὴ ἐν Εἰρήνῃ τῇ φερωνύμῳ συζύγῳ διατετέλε-
σταιι. Αὗθις πάλιν νέα Ἐλένη καὶ νέος Κωνσταντῖνος
υἰὸς Εἰρήνης, ὡς ῥόδον καὶ κρίνον ἐν μέσῳ τῶν
ἀκανθῶν ἐκφύντες, ὡς ἐξ Ἐλληνισμοῦ καὶ Ἰουδαῖσμοῦ
τὸ ωμαῖκὸν πολίτευμα ἀνακαλοῦνται· μεάʼ ὧν καὶ
ὁ νέος Σίλβεστρος, ὁ μέγας καὶ ἀοίδιμος πατριάρ-
χης Ταράσιος, ἀγίαν οἰκουμενικὴν σύνοδον συγκρο-
τήσας, πᾶσαν αἰρετικὴν φρενοβλάβειαν διεσκέδασεν,
ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἦν ἐπʼ αὐτῷ. Ὡς φωστῆρες
ἐν κόσμῳ φαίνοντες, καθὼς παρέδωκαντῇ Ἐκκλησίᾳ
οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ
λόγου θεσπέσιοι καὶ μακάριοι ἀπόστολοι, καὶ οἱ θεο-
φόροι ἅγιοι Πατέρες, καὶ αἱ θεόπνευστοι καὶ οἰκου-
μενικαὶ ὀρθόδοξοι σύνοδοι, πάντα σωτήρια καὶ ζωo-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.