PG 95, col. 453

« Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον
καρδίαν, »
Ὁ γὰρ μήτε διὰτῶν ἀγαθῶν, μήτε διὰ τῶν ἠπει-
λημένων ἱ κολάσεων εἰς μετάνοιαν ἐρχόμενος, πῶς
οὐ παντελῶς σκληρότατος ἂν εἴη;
« Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ
ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὅς ἀποδώσει
ἐκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν γὰρ καθʼ
ὑπομονὴν ἔργου ἀγαθοῦ. »
Σὺ ἐαυτῷ, φησὶν, ἐπισπᾶσαι τὴν ὀργὴν, οὐχ ὁ
Θεός σοι. Καὶ τὸ θησαυρέζεις δὲ, ὡς πάντη τε καὶ
πάντως ἐσομένης, εἱ μὴ τῇ μετανοίᾳ αὐτὴν ἀπο-
νιψόμεθα.
« Δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν
αἱώvιoν. »
Οὐ δυνάμενος εἰπεῖν τὰ ἀγαθὰ τὰ μέλλοντα ἔσε-
εθαι ἀγαθὰ τοῖς ἀγίοις αὐτοῦ παριστῶσιI, διὰ τῶν
ἐν ἀνθρώποις τιμῶν αὐτὰ κατασημαίνει. Δόξαν δὲ
λέγων, καὶ τιμὴν καὶ ἀφθαρσίαν ἐπὶ τὰ ὄντως ἀγα-
θὰ, ἃ οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
ν Τοος δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀλη-
θείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ. »
Ἰνα δείξῃ πάλιν τῆς γνώμης τὸ κατηγόρημα, οὐκ
εἶπεν, ἐξ ἀγνοίας, ἀλλʼ ἐξ ἐριθείας.
« Οργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶ-
σαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν·
Ἰουδαίου τε πρῶτον καὶ Ἐλληνος. »
Ὡσπερ διὰ τῶν πιστευομένων ἡμῖν ἀχαθῶν τὰς
ἀιμοιβὰς τὰς μελλοὐσας εἰσάγει· οὕτω καὶ διὰ τῶν
λυπηρῶν πάλιν τῶν παρʼ ἡμῖν, τὰς μελλούσας κολά-
σεtς.
« Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζο-
μένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἐλληνι. Οὐ
γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. »
Πανταχοῦ τοῖς καλοῖς περιφράττει τὸν ἀκροατὴν,
προτρεπόμενος εἰς αὐτὸ ἐλθεῖν. Πρῶτον γὰρ διεξέρ-
χεται τὰς ἀμοιβὰς, ἃς ἀπολήψονται οἱ ἄγιοι· εἰς τὰς
μέσας τὰς κολάσεις θεὶς, πάλιν ἐπὶ τὰς τῶν καλῶν
ἀμοιβὰς ἔρχεται. Δόξαν καὶ τμὴν λέγων ὑπάρξειν
τῷ ἐργαζομένῳ τὸ καλόν· οὕτως γὰρ μᾶλλον ἐπι-
σπάσαιτο εἰς ἔργον τὸν ἀκροατήν.
« Οσοι γὰρ ἀνόμως ἤμαρτον, ἀνόμως καὶ ἀπο-
λοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἤμαρτον, διὰ νόμου κρι-
θήσονται. »
Ἀντὶ τοῦ, μὴ ἔχοντες κατηγοροῦντα τὸν νόμον·
ἄρχεται δὲ σύγκρισιν ποιεῖν, Ἰουδαίων τε καὶ τῶν
πρό τῆς χάριτος Ἐλλήνων· Ἐλλήνας δὲ μὴ τοὺς
σἰδωλολάτρας λάμβανε, ἀλλὰ τοὺς θεοσεβεῖς· οἶος ἦν
ὁ Μελχισεδὲκ, Nινειῖται, ὁ Ἰὼβ, ὁ Κορνήλιος. Κα-
τασκευάζει δὲ τοῦτο σαφῶς, ἵνα δείξῃ, ὅτι οὐδὲν
ὡφελεῖται ὁ Ἰουδαῖος διιὰ νόμου, ἀλλὰ καὶ σφόδρα
VARLX. LECTIONES.
dυeg. ἡπειλημένων. Hæc omnia sana non sunt Chrysost. Melius παρίστησι.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.