PG 95, col. 456

βαρεῖται· τοῦτο δὲ ποιεῖ, δπως ἄν εἰς τὸ δέξασθαι
τὴν χάριν αὐτῶν ἐκκαλέσηται· ἔλεγον γὰρ οἱ Ἰου-
δαῖοι μὴ χρήζειν τῆς χάριτος δικαιούμενοι ἐν τόμῳ·
Διὸ δεέκνυσιν, ὡς οὐδὲν αὐτοὺς ὡφελεῖ. Ἀδύνατον γὰρ
αὐτὸν κατορθωθῆναι· ἀλλὰ καὶ ἐπικαταράτους ποιεῦ.
Ταῦτα δὲ πάντα, ὡς εἶπον, κατασκευάζει συγκλείων
αὐτοὺς εἰς τὴν διὰ πίστεως χάριν.
« Οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ,
ἀλλʼ οἱ ποιηταὶ νόμου δικαιωθήσενται. Ὁταν γὰρ
ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦ-
σιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· οἴ-
τινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν
ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς
συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶε
κατηγορούντων.ρ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ἐν
ἢ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ
Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. »
« Ανω μνησθεὶς τῆς κρίσεως τοῦ Θεοῦ, ἐνταῦθα
σαφῶς ἐκκαλύπτει, ὡς Χριστός ἐστιν ὁ κρίνων ἐν
τῇ ἐσχάτῃ ἡμέρᾳ. Κὐτῷ γὰρ πᾶσαν τὴν κρίσιν δέ-
δωκεν ὁ Πατήρ· τοῦτο δὲ ποιεῖ, τῶν τῆς Καινῆς
Διαθήκης δογμάτων ἀνοίγων αὐτοῖς τὴν ὁδόν.
«Εἰ δὲ σὺ Ἰσυδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ
νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλη-
μα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ
τοῦ νόμου· πέποιθάς τε σεαυτὸν δδηγὸν εἶναι τυφλῶν,
φῶς τῶν ἐν σκότει. »
Συγκρίνας τὸν Ἰουδαῖον τοῖς Ἐλλησιν, καὶ σφόδρα
καταπαλαίσας, μικρὸν υφαιρεῖ τοῦ βάρους. Ὡσπερ
τινὸς ἀντιπίπτοντος καὶ λέγοντος αὐτοῦ. Ποῦ οὗν τὰ
σεμνὰ τῶν Ἰουδαίων; Δείκνυσιν οὖν ὄνομα μόντν.
τὰς αὐτούς δ. Μᾶλλον μὲν οὗν καὶ ἐν αὐτοῖς τούτοις
ἐν οἶς ἐφρόνουν μέγα, τιμωρίας ἀξίους. θρα δὲ πῶς
πλαγίως πλήσσει πανταχοῦ· εἰ καὶ καυχᾶσαι ἐν νό-
μῳ, ἀλλʼ οὐ πράττεις τὰ τοῦ νόμου· καὶ τὸ, πέποι-
θας σεαυτόν, πάλιν λέγων· ὡς μὴ ὄντα μὲν τοῦτο
ὅπερ ἐκεῖνος λέγει, προβαλλόμενον δὲ καὶ ὥσπερ ἀρ-
πάζων τὰ ῥήματα μόνον ἀρπάζει τὴν τιμήν.
« Παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα
μόρφωσιν τῆς γνώσεως, καὶ τῆς ἄληθείας ἐν τῷ νό-
μpν »
Μέγα γὰρ κατέτρεχον τῶν προσηλύτων, διʼ αὐτὸ
τοῦτο τὸ δοκεῖν εἶναι διδάσκαλοι.
Ὁ οὗν διδάσκων τὸν ἕτερον,σεαυτὸν οὐ διδάσκεις;
ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοι-
χεύειν, μοιχεάεις; »
θαρυτέραν ἀπεργάζεται τοῦ Ἰουδαίου τὴν τιμιω-
ρίαν, ἐν τούτοις αὐτὸν παραβάτην ἀποφαίνων, ἐν οἷς
ἐτέρων εἶναι διδάσκαλος ἀξιοῖ.
vAI. LXCCTONsS.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.